ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις ἔργοις παρεδόθησαν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ κελλίου συνοίκησιν διεχωρίσθησαν, ὅπως τῇ ἀπ' ἀλλήλων διαζεύξει κατὰ μικρὸν τῆς πρὸς ἀλλή λους φυσικῆς προσπαθείας ἀπαλλαγῶσιν· ἧς χάριτι Χριστοῦ διὰ τῆς πολλῆς γυμνασίας ὁ πατὴρ ἠλευθε ρώθη. Καί ποτε πρὸς βάσανον καὶ δοκιμὴν τῆς αὐτοῦ ἀρετῆς προσεποιήσατο ὁ ἀββᾶς μετ' ὀργῆς ἀγανα κτεῖν πρὸς τὸν παῖδα, καὶ προστάσσει τῷ εἰρημένῳ πατρὶ αὐτοῦ λαβεῖν αὐτὸν καὶ ῥίψαι εἰς τὸν ποταμόν. Τότε ἐκεῖνος, ὡς ἂν ὑπὸ Θεοῦ προσταχθεὶς βαστάσαι αὐτοῦ τὸν παῖδα, δρομαῖος ἐπὶ τὴν ὄχθην τοῦ ποταμοῦ παραγίνεται, καὶ σπεύδων πληρῶσαι τὸ πρόσταγμα πίστει διαπύρῳ καὶ θερμότητι τῆς ὑπακοῆς, ἐκωλύθη ὑπὸ τῶν ἀδελφῶν, ἐπιφθασάντων καὶ ἀφαρπασάντων τὸν παῖδα. Τοσοῦτον οὖν παρὰ Θεῷ ἡ πίστις τούτου καὶ ἡ ὑπακοὴ προσεδέχθη, ὡς ἀποκαλυφθῆναι τῷ ἀββᾷ ἐκ τοῦ Θεοῦ, ὅτι τὸ ἔργον τοῦ Ἀβραὰμ οὗτος ἐποίησε. Μετ' ὀλίγον δὲ χρόνον ὁ εἰρημένος ἀββᾶς τοῦ κοινο βίου τελευτῶν, τοῦτον διάδοχον αὐτοῦ κατέλιπεν. Ἄλλον ἔγνωμεν ἀδελφὸν ἀποταξάμενον, ὃς καὶ κατὰ τὸν κόσμον μέγας ὑπῆρχε (καὶ γὰρ ὁ Πατὴρ αὐτοῦ κόμης ἐστρατεύετο καὶ πλούσιος ἐτύγχανε), καὶ ἐν ἀναγνώσμασι σπουδαίοις οὐ μετρίως ἦν γεγυμνα σμένος. Οὗτος οὖν καταλείψας τὴν κοσμικὴν περι φάνειαν, πρὸς τὸν μονήρη βίον ὥρμησε, καὶ δὴ πρὸς δοκιμὴν τῆς αὐτοῦ πίστεως καὶ ταπεινώσεως προστάσσεται ὑπὸ τοῦ ἀββᾶ δέκα σπυρίδας βαστάσαι, καὶ ἐν τῇ πόλει τῇ ἰδίᾳ πωλῆσαι, καὶ μὴ πάσας ὁμοῦ ἀλλὰ κατὰ μίαν αὐτὰς πωλεῖν· ὅπερ ἐκεῖνος μετὰ πάσης ὑπομονῆς καὶ ταπεινώσεως ἐπλήρωσεν, ἐπι θεὶς τὰς σπυρίδας τοῖς ὤμοις, καὶ αὐτὰς κατὰ μίαν πωλήσας, μὴ λογισάμενος τὴν εὐτέλειαν τοῦ πρά γματος, καὶ τοῦ γένους τὴν λαμπρότητα, καὶ τῆς πράσεως τὴν δοκοῦσαν ἀτιμίαν. Ἐσπούδαζε γὰρ μιμητὴν ἑαυτὸν καταστῆσαι τῆς τοῦ Χριστοῦ ταπει νώσεως. Καὶ ἄλλον δέ τινα τῶν Πατέρων ἐθεασάμεθα ἀββᾶν Πινοφᾶν, ἄνδρα πάσῃ ἀρετῇ κεκοσμημένον, ὅστις ἦν πρωτόβιος καὶ ἀββᾶς μεγάλου κοινοβίου, ὅ ἐστιν ἐν Αἰγύπτῳ ἐγγὺς τῆς Πανεφὼ πόλεως· οὗτος, ὁρῶν ἑαυτὸν καὶ διὰ τὴν προσοῦσαν πολιτείαν, καὶ διὰ τὸ γῆρας, καὶ διὰ τὴν ἡγεμονίαν, ὑπὸ πάν των δοξαζόμενον καὶ τιμώμενον, καὶ μὴ δυνάμενον ἐγγυμνάζεσθαι τοῖς τῆς ταπεινοφροσύνης ἐπιτηδεύ μασιν, οἷσπερ ἐξ ἀρχῆς, διὰ τῆς αὐτῷ περιποθήτου ὑποταγῆς ἐν ᾗ ἐκλήθη, λάθρα φυγὼν ἀπὸ τοῦ ἰδίου κοινοβίου, ἀνεχώρησε μόνος εἰς τὰ ἔσχατα τῆς Θη βαΐδος· καὶ ἐπάρας τὸ σχῆμα τοῦ μοναχοῦ καὶ ἐνδυ σάμενος κοσμικὰ ἱμάτια ἀπῆλθεν εἰς τὸ κοινόβιον τῶν Ταβεννησιωτῶν, νομίσας ἐν τούτῳ λανθάνειν τίς ἂν εἴη διὰ τὸ πλῆθος τῶν ἀδελφῶν, καὶ διὰ τὸ ἀπέχειν πολὺ τοῦ κλίματος, ἐν ᾧ τὸ τούτου κοινόβιον. 28.864 Καὶ ἐπὶ πολλὰς ἡμέρας παρακαλῶν ἐδέχθη παρὰ τοῦ ἀρχιμανδρίτου, ὃς παραδίδωσιν αὐτῷ ὡς γέροντι, καὶ εἰς μηδὲν ἄλλο χρησιμεύοντι, τὴν τοῦ κήπου φροντίδα καὶ ἐπιμέλειαν, μετὰ καὶ ἄλλου ἀδελφοῦ, ᾧτινι ὑποτασσόμενος τὴν περιπόθητον αὐτῷ ταπεί νωσιν καὶ ὑπακοὴν ἐξετέλει. Οὐ ταύτῃ δὲ μόνον ἠρκεῖτο τῇ διακονίᾳ, ἀλλὰ καὶ ὅσα τῶν ἔργων δυσχερῆ ἄλλοις ἐδόκουν, αὐτὰ προθύμως ἐποίει. ∆ιατελέσας οὕτω λανθάνων τριετῆ χρόνον, τῶν αὐτοῦ μαθητῶν ἐπιζητούντων αὐτὸν κατὰ πᾶσαν τὴν Αἴγυπτον, μόλις ἐγνώσθη ὑπό τινος ἀδελφοῦ, ὅστις ἦν παραγενόμενος ἐκεῖσε· ὃς θεασάμενος, καὶ ἐπιγνοὺς τὸν χαρακτῆρα τοῦ προσώπου, καὶ ἔτι ἀμφιβάλλων, ἐπειρᾶτο καὶ φωνῆς τούτου ἀκούειν· οὐ γὰρ εἶχε τὸ ἀσφαλὲς ἐκ μόνης τῆς ὄψεως, θεωρῶν τὸν τοιοῦτον ἄνδρα γεγη ρακότα, καὶ δίκελλαν κρατοῦντα, καὶ γῆν ἐργαζό μενον, καὶ κόπρον τοῖς οἰκείοις ὤμοις βαστάζοντα, καὶ ταῖς ῥίζαις τῶν λαχάνων ἐπιβάλλοντα. Ὅτε τοί νυν, τὸν τῆς φωνῆς ἦχον ἐπιμελῶς ἐξιχνεύων, ἠδυ νήθη καταλαβεῖν ὅστις ἐστὶ, ῥίψας ἑαυτὸν πρὸ τῶν ποδῶν αὐτοῦ, μεγίστην ἔκπληξιν τοῖς ὁρῶσι παρεῖχεν, ὅτι οὕτω
5