Εἰς τὸ τέλος ΨΑΛΜΟΣ ᾠδῆς τῷ ∆αυΐδ. ∆ʹ. Ὑπόθεσις. Τοῦτον τὸν ψαλμὸν μετὰ τὸ νικῆσαι τὸν πόλεμον ἀνατίθησι τῷ νικοποιῷ [Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων, τῷ νικοποιῷ, ἡρμήνευσαν· ὁ δὲ Σύμμαχος, Ἐπινίκιον.] Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου. Ὅμοιον τῷ, Ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Ἐν θλίψει ἐπλάτυνάς μοι. Οὐ μόνον, φησὶ, τῶν περιστάσεων ἐξήγαγες, ἀλλὰ καὶ εἰς εὐρυχωρίαν πολλὴν στῆναι παρεσκεύασας. [Σιβὰς καὶ Βερζὲλ τροφὰς πολλὰς καὶ τάπητας προσήγαγον τῷ ∆αυῒδ, ὅτε δὴ, φυγὼν τὸν Ἀβεσσαλὼμ, διέτριβεν ἐν τοῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσιν, ὥσπερ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καὶ ∆ανιὴλ ἐν τοῖς λέου σιν. Ὅταν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκωμεν, τότε μάλιστα πλατυνόμεθα. Ἔστι δὲ καὶ ἑτέρως εὐρυχωρίαν εἰπεῖν.] Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Ἐπειδὴ ἐξ ηκούσθη, ἔφη, ἐκ τῆς δικαιοσύνης αὐτοῦ, τούτου χά ριν ἐπὶ τοὺς οἰκτιρμοὺς ἀνατρέχει τοῦ Θεοῦ. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι. Ταῦτα ὡς πρὸς τοὺς πιστεύσαντας τῷ πλήθει τοῦ στρατοῦ ἑλεῖν τὸν δίκαιον. Αὕτη δὲ ἡ ἐλπὶς, φησὶ, ματαία καὶ ψευδής ἐστιν. Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ἀντὶ τοῦ, Γνῶτε τοιγαροῦν, οἱ πεποιθότες ἐπὶ πλήθει, ὡς θαυμαστὸν ἀπέδειξε τὸν πεποιθότα ἐπ' αὐτῷ. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκρα γέναι με. Χρόνος ἀντὶ χρόνου εἴληπται· ἀντὶ τοῦ, εἰσήκουσε, γὰρ ἔφη τὸ, εἰσακούσεται, ῥῆμα Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Ὡς πρὸς τοὺς ἰδίους αὐτοῦ ταῦτά φησιν, 27.73 ὡς πρὸς πάντας ἀνθρώπους. Εἰ καὶ δέξησθε, φησὶ, τὴν ὀργὴν, ἀλλ' ἄπρακτον ἀπεφήνατε τῇ ἐν ἡσυχίᾳ κατανυγῇ. Τοῦτο γάρ ἐστι τὸ, Ἐν ταῖς κοίταις ὑμῶν κατανύγητε. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. ∆ιδάσκει πῶς περιεσόμεθα τῶν ἐχθρῶν. Πῶς δὲ περιεσόμεθα; εἰ δικαιοπράττοντες, καὶ τοῦτο ὥσπερ θυσίαν ἀναπέμποντες τῷ Θεῷ. Πολλοὶ λέγου σι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ταῦτα τῶν περὶ τὰς διοικήσεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα. Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός ἐστι, ὁ καὶ διδάξας ἡμᾶς τὰ ὄντως ἀγαθὰ, δι' ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρδίαν. ΨΑΛΜΟΣ Εʹ. Ὑπόθεσις. Κληρονομοῦσά ἐστιν ἡ θεοφιλὴς ψυχὴ, ἤτοι ἡ Ἐκκλησία. Τί δέ ἐστιν ἃ κληρονομεῖ; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εὔχεται δὲ καί τι ἂν ποιουμένη εἰσακουσθῆναι, ἑαυτῆς τό τε εὐθὲς παριστῶσα, καὶ τῶν αἰτίων διαβάλλουσα τὴν πονηρίαν. [Ὅτι πρὸς σὲ προσεύξομαι. Ἐν ἀπολαύσει, φησὶ, τοῦ νοητοῦ γενομένη φωτὸς, προσεύξομαί σοι· διὸ καὶ εἰσακουσθῆναι πιστεύω.] Τὰ ῥήματα μου ἐνώτισαι. Τὸ πρωῒ παραστήσομαί σοι. Μέγα ἀγωνίας [μέγα εἰς ἁγνείας Ambr.] καύχημα τὸ ἐκ τῆς κοίτης αὐτῆς παρίστασθαι τῷ Θεῷ καὶ φθάνειν ἐν εὐχαριστίᾳ τὸν ἥλιον. Οὕτω γὰρ, φησὶν, ἐπόψομαι τὰ θεῖα καὶ ἅγιά σου μυστήρια ἃ ἡτοίμασας τοῖς ἀγαπῶσί σε. Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. ∆ιὰ τοῦτο, φησὶν, εἰσακουσθήσεσθαι θαῤῥῶ, ὅτι τῶν τοιούτων οὐκ ἐπι τήδευσα οὐδὲν ὧν μεμίσηκας. Ταῦτα δέ ἐστιν ἀνομία, καὶ πονηρία, καὶ παρανομία, καὶ ψεῦδος, καὶ φθόνος, καὶ δόλος. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνο μίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασεν· τούτους δὲ μισεῖ ὁ Θεός· τοὺς δὲ ἀποπεσόντας τῆς ἀληθείας ἑτεροδόξους λαλοῦντας ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός. Καὶ τήρει διαφο ρὰν τοῦ, ἐμίσησας, καὶ, ἀπολεῖς. Πρῶτον μὲν εἰ χεῖρον τὸ, ἀπολεῖς, τοῦ, ἐμίσησας· δεύτερον δὲ διὰ τί τὸ μὲν εἰς παρεληλυθότα ἔκλινε χρόνον, τὸ δὲ εἰς μέλλοντα. [Λαλοῦντας ψεῦδος, καὶ τοὺς τὰ εἴδωλα λέγοντας θεοὺς, καὶ αὐτοὺς τοὺς
5