Tomus ad Antiochenos

 διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατ

 μίαν ὑπόστασιν, μὴ ἆρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγου σιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἢ ἀ

 δια νοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν

 ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν· Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέλειον καὶ ὑφεστῶ

ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν· Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέλειον καὶ ὑφεστῶτα Υἱὸν τέλειον, καὶ ὑφεστηκὸς τὸ Πνεῦμα τὸ ἅγιον τέλειον. ∆ιὸ καὶ ἀποδέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων, καὶ τῆς μιᾶς ὑποστάσεως, ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως. Εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι. Καὶ περὶ τῆς ἐνανθρωπήσεως δὲ τῆς δι' ἡμᾶς γενομένης τοῦ Λόγου τοῦ Πατρὸς οὕτω φρονῶ, καθὼς γέγραπται, ὅτι, κατὰ τὸν Ἰωάννην, ὁ Λόγος σὰρξ ἐγένετο· οὐ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ' ὅτι ἄνθρωπος δι' ἡμᾶς γέγονεν, ἐκ τῆς ἁγίας Παρθένου Μαρίας καὶ ἁγίου Πνεύματος γεννηθείς. Οὔτε γὰρ ἄψυχον, οὔτε ἀναίσθητον, οὔτε ἀνόητον σῶμα εἶχεν ὁ Σωτήρ· οὔτε γὰρ οἷόν τ' ἦν, τοῦ Κυρίου ἀνθρώπου δι' ἡμᾶς γενομένου, ἀνόητον εἶναι αὐτοῦ τὸ σῶμα. Ὅθεν ἀναθεματίζω τοὺς τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἀθετοῦντας, καὶ μὴ λέγοντας ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἀναθεματίζω δὲ τοὺς λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα δι' Υἱοῦ γεγονός. Ἔτι δὲ ἀναθεματίζω Σαβελλίου καὶ Φωτεινοῦ, καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν, καὶ πᾶσι τοῖς προγεγραμμένοις. Ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι ἐγὼ Καρτέριος.

5