1

 2

 3

 4

 5

 6

 7

 8

5

Ἐπειδὴ γὰρ αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, διὰ τοῦτο, φησὶν, εἰς μετάνοιαν τῶν πεπραγμένων ἐλθὼν, τὴν ἐμαυτοῦ σάρκα κολάζω καὶ τιμωροῦμαι· διό φημι· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ὡς ἂν δυνηθείη ποτὲ κατορθώσας εἰπεῖν· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ' ὁ ἔσω ἀνα καινοῦται. Καὶ ἀνωτέρω δὲ ἔλεγεν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου. Εἶτα ἐπάγει· Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Τοῦτο δὲ ἑτέρως ἐν τοῖς ἔμπροσθεν ἐδήλου, φήσας· Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους. Ἴδιον ἀνδρῶν συνετῶν, τὸ μὴ ἐπαίρεσθαι ἐπὶ τοῖς κατὰ πρόληψιν καὶ συν αρπαγὴν ἁμαρτανομένοις, ἀλλ' αἰδεῖσθαι καὶ ἐρυ θριᾷν, καὶ τὴν συνείδησιν πλήττεσθαι, καὶ ταπει νοῦσθαι. Ὁ μὲν γὰρ ∆αβὶδ πρὸς τούτοις ἐπιλέγει· 30.96 Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου, ἢ, κατὰ τὸν Ἀκύλαν, Ἐβρυχόμην ἀπὸ βρυγμοῦ τῆς καρδίας μου. Οὐ γὰρ ἵνα τοῖς πολλοῖς φανερὸς γέ νωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι· ἔνδον δὲ ἐν αὐτῇ τῇ καρδίᾳ, τὸ ὄμμα μύων, σοὶ μόνῳ τῷ βλέ ποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπιδεικνύω, ἐν ἐμαυτῷ ὠρυόμενος. Οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἦν πρὸς τὴν ἐξομολόγησιν· ἀπήρ κουν γὰρ οἱ στεναγμοὶ τῆς καρδίας μου πρὸς ἐξομο λόγησιν, καὶ οἱ ἀπὸ βάθους ψυχῆς πρὸς σὲ τὸν Θεὸν ἀναπεμπόμενοι ὀδυρμοί. Ἀλλὰ καὶ ἡ ἐπιθυμία καλὴ οὖσα ἐναντίον σου ἦν, Κύριε, καὶ αὕτη δὲ ἦν ἡ περὶ τῆς ἐμαυτοῦ σωτηρίας. Ὅτε μὲν γὰρ κακῶν γέγονα ἐπιθυμητὴς, οὐκ ἐναντίον σου ἦν ἡ ἐπιθυμία μου· νυνὶ δὲ, ὅτε πάντα πράττω ταπεινούμενος καὶ ὠρυό μενος ἀπὸ στεναγμοῦ τῆς καρδίας μου, καὶ σοῦ τοῦ Θεοῦ σωτῆρος καὶ ἰατροῦ τυχεῖν ἐπιθυμῶν, ἐναντίον σου ἐστιν ἡ ἐπιθυμία μου, καὶ τὴν αἰτίαν τῶν ἐμῶν στεναγμῶν οὐκ ἀγνοεῖς. Οἶσθα γὰρ, ὅτι πρέποντα τῇ σου φιλανθρωπίᾳ στεναγμὸν ἀναπέμπω· ἐπεὶ μὴ βούλῃ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. ∆ιό φημι· Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστη σαν. Καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότη τας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτη σαν.

Προεπισημηνάμενος ἐν τῇ προγραφῇ, ὡς ἄρα εἴη εἰς ἀνάμνησιν, εἰκότως ἀναπεμπάζεται, καὶ τῇ μνήμῃ τὰ πάλαι αὐτῷ συμβεβηκότα ἐπανα λαμβάνει. ∆ιδάσκει δὲ ἐν οἷς γέγονεν, ἐν τῷ τῆς ἁμαρτίας ὀλισθήματι περιπεσών· οὗ χάριν καὶ τὴν πᾶσαν ποιεῖται ἐξομολόγησιν. Ἐταλαιπώρησα οὖν, καὶ κατεκάμφθην, καὶ σκυθρωπάζων ἐπορευόμην, καὶ ἐταπεινώθην, καὶ ὠρυόμην ἀπὸ στενα γμοῦ τῆς καρδίας μου. Εἰς πάντα ταῦτα ἐλήλυθα· ἐπειδὴ γὰρ καιρῷ τινι Ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ. Κατὰ γὰρ τὸν τῆς ἁμαρτίας καιρὸν, οὐ μικρὰν ὑπ έμεινεν αὐτοῦ ταραχὴν τὸ διανοητικὸν, συγχυθὲν καὶ σκοτωθὲν ὑπὸ τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ὡς καὶ εἰς ἀφροσύνην πεσεῖν. ∆ιὸ καὶ ἀνωτέρω ἔλεγε· Προσ ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσ ώπου τῆς ἀφροσύνης μου. Ἐταράχθη τοίνυν ἡ καρδία αὐτοῦ, ὅτε ἐν ἀφροσύνῃ ἐγεγόνει, καὶ τῆς μὲν κατὰ τὴν φρόνησιν ἀρετῆς ἐξέπιπτεν, ἔργα δὲ ἀφρο σύνης ἔπραττε. Τότε δὲ καὶ ἐγκατέλιπεν αὐτὸν ἡ ἰσχὺς αὐτοῦ· οὐκέτι γὰρ οἷός τε ἦν λέγειν· Πάντα 30.97 ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, νικηθεὶς ὑπὸ τοῦ πάθους καὶ ἐξατονήσας. Ἐπὶ μὲν γὰρ τῶν κατορθούντων· Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· ἐπὶ δὲ τῶν νικωμένων ἡ σὰρξ κατεπαίρε ται καὶ κατισχύει, ἀτονεῖ δὲ καὶ ἐξασθενεῖ ἡ ψυχή. Τότε οὖν, φησὶν, ὅτε ἡμάρτανον, ἡ καρδία μου ἐτα ράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ ἄλλο τι χαλεπὸν περὶ ἐμὲ γέγονε. Τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν Πνεῦμα, τὸ