ἐχόμενον ἦν ἐν Ἡλίου πόλει τῇ ἐν Σιπαροῖσιν ἀποκρύψαι. Ξίσουθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας ἰθέως ἐπ' Ἀρμενίης ἀνέπλωσε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ τοῦ Θεοῦ. Τρίτῃ δὲ ἡμέρῃ, ἐπεί τε ὕων ἐκόπασε, μεθίει τῶν ὀρνίθων πείρην ποιούμενος εἴπου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν· αἱ δέ, ἐκδεκομένου σφέας πελάγεος ἀφανέος, ἀπορέουσαι ὅκη καθορμίσονται, παρὰ τὸν Ξίσουθρον ὀπίσω κομίζονται, καὶ ἐπ' αὐτῇσιν ἕτεραι· ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν φίκατο γὰρ δὴ πηλοῦ κατάπλεῳ τοὺς ταρσούς θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι. Τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ ἦν καὶ περίαπτα ξύλων ἀλεξιφάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο. 1.8 Ξίσουθρον μὲν οὖν ὀνομάζουσι τὸν Νῶε τάχα που κατὰ φωνὴν Ἀσσυρίων, κἀν τούτῳ δὲ πάλιν ἡμαρτήκασι τἀληθοῦς τὸν Κρόνον αὐτῷ χρῆσαι λέγοντες ἀντὶ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ θαυμαστὸν οὐδέν· οὐ γὰρ ἐν μεθέξει γεγόνασι τοῦ θείου φωτὸς οὔτε μὴν τοῖς ὄμμασι τῆς διανοίας τὸ σεπτὸν τῆς ἀληθείας κάλλος τεθέανται. Οὐκοῦν τέθυκε μὲν ὁ Νῶε τῆς κιβωτοῦ προελθών, ηὐλίζετο δὲ αὐτόθι φιλτάτοις ὁμοῦ. Καὶ τρεῖς μὲν ἦσαν αὐτῷ φύντες υἱοί, πλεῖστοί γε μὴν ἐξ αὐτῶν ἕτεροι, καὶ ἀρχὴ δευτέρα γεγόνασι τῶν ἐπὶ τῆς γῆς, κατῳκήκασι δὲ πρῶτον μὲν ὁμόσε, καὶ ἐν μόνῃ τῇ πρὸς ἀκτῖνα γῇ, κατεσκηδάσθησαν δὲ μετὰ τοῦτο πανταχῆ, καταδιελόντος αὐτοὺς εἰς πολυγλωσσίαν τοῦ ἐπὶ πάντας Θεοῦ· ἠγανάκτει γὰρ ἐπὶ τῇ τοῦ πύργου κατασκευῇ. Ὅτι δὲ καὶ ταυτησὶ τῆς ἱστορίας διαμέμνηνται οἱ ἀρτίως ἡμῖν ὠνομασμένοι ἐξ ὧν γεγράφασιν οὐδὲν ἧττον εἰσόμεθα. 1.9 Ἀλέξανδρος μὲν γὰρ ὡδί φησι· Σίβυλλα δέ φησιν, ὁμοφώνων ὄντων ἁπάντων τῶν ἀνθρώπων, τινὰς τούτων πύργον ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀνα βῶσι, τοῦ δὲ θεοῦ ἀνέμους τῷ πύργῳ ἐμφυσήσαντος, ἀνατρέψαι αὐτὸν καὶ ἰδίαν δοῦναι φωνὴν ἑκάστοις· διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι. Ἀβυδηνὸς δὲ πάλιν· Ἐν τῇδε λέγουσι τοὺς πρώτους ἀνασχόντας, ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν κάρτα φρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα, τέως τε ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνείκασθαι. 1.10 Κατεσκεδασμένων δὴ οὖν τῶν ἐξ αἵματος Νῶε, εἶτα καιροῦ διϊππεύσαντος πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται Νίνος ὁ Ἀρβήλου παῖς, οὗ καὶ ἐπώνυμος ἡ Νινευὶ πόλις, ἧς τὰ τείχη Σεμίραμις Νίνῳ συνοικήσασα μεγαλοφυῶς ἐσκευάσατο. Νίνου τοίνυν τὴν Ἀσσυρίων διέποντος βασιλείαν, Εὔρωπος δὲ τὴν Σικυωνίων, γενέσθαι φασὶ τὸν μακάριον Ἀβραάμ, ἄνδρα πανσύνετον καὶ πολυΐστορα, καὶ τῶν ὅτι μάλιστα κατεσπουδασμένων ποιεῖσθαι προθυμούμενον τὸ δεῖν εἰδέναι τὸ ἀληθές, καὶ τίς ὁ τῶν ὅλων ἐστὶ δημιουργὸς καὶ κύριος. Ἀπεσκευάζετο μὲν γὰρ καὶ ἀπωτάτω μεθίει τῶν Ἀσσυρίων τὰς δόξας, τὰς ἐπί γέ φημι τῇ πολυθέῳ πλάνῃ. Τῆς γε μὴν ἀληθείας τὴν γνῶσιν ἀρκέσειν αὐτῷ πρὸς πᾶσαν εὐημερίαν ὑπειληφώς, προσεδέχθη παρὰ Θεοῦ· ἤκουε γάρ· Ἔξελθε ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. Τίνα μὲν οὖν διεβίω τρόπον, ὅσοι τε γεγόνασιν ἐξ αὐτοῦ, παρήσω λέγειν εἰς τὸ παρόν, μεθιστάντος ἡμῖν ἀναγκαίως τὸν λόγον ἐφ' ἕτερα τοῦ καιροῦ. Παρελάσας δὲ τοὺς μεταξὺ διὰ τὸ πλῆθος τῶν ἱστοριῶν καὶ τῶν ὀνομάτων, ἐπ' αὐτὸν ἥξω δρομαῖος τὸν ἱεροφάντην Μωσέα. 1.11 Ἔτους μὲν γὰρ διαγεγονότος τετρακοσιοστοῦ πέμπτου τε καὶ εἰκοστοῦ μετὰ τὸν θεσπέσιον Ἀβραάμ, τίκτεται μὲν ἐν Αἰγύπτῳ Μωσῆς, παρῳκηκότων αὐτόθι τῶν ἐξ αἵματος Ἀβραάμ. Νέος δὲ ὢν ἔτι καὶ τῆς Αἰγυπτίων σοφίας εἰς πεῖραν ἐλθών, οἷόν τι