Solutiones ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ ∆ογματικῶν ζητημάτων
Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ
πλήρωσις Πνεύματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια νοῦ καὶ καρδίας ἑδραιότης, τῆς ὁρώσης εἰς τὸ ἀγαθὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. οὐκοῦν ἐσόμεθα μὲν ἑαυτῶν ἀμείνους, ἀποδυσάμενοι τὴν φθορὰν, καὶ πνευματικὸν ἔχοντες τὸ σῶμα, τουτέστιν εἰς μόνα βλέπον τὰ τοῦ Πνεύματος· κλόνος δὲ ὁ καταβιβάζων ἡμᾶς εἰς φαυλότητα οὐδεὶς ἔσται τὸ τηνικάδε, συνέχοντος ἡμᾶς εἰς τὸ ἑαυτοῦ θέλημα τοῦ ∆ημιουργοῦ διὰ τοῦ Ἁγίου Πνεύματος, καθάπερ ἀμέλει καὶ τοὺς ἁγίους ἀγγέλους. τοιοῦτόν τι Χριστὸς ἀπεφήνατο εἰπών "Ἐν τῇ ἀναστάσει οὔτε 560 "γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν "τῷ οὐρανῷ."
∆ιὰ τί ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες, πατρικὴν εὐθύνομεν δίκην, καὶ τὴν
ἐκείνου παράβασιν ἕκαστος χρεωστεῖ· ἐν δὲ τῷ Χριστῷ ζωοποιηθεὶς ὁ ἐμὸς πατὴρ καὶ διὰ τοῦ Ἁγίου Πνεύματος καθαρθεὶς τῆς τε προπατορικῆς ὀφλήσεως καὶ τῆς ἰδίας πλημμελείας, οὐ μετέδωκέ μοι τῆς καθαρότητος τῷ γεννηθέντι, οὔτε ὤνησέ με τῆς εἰς αὐτὸν δικαιοσύνης ἡ χάρις, καίτοι ὑπερισχύουσα κατὰ τῆς ἁμαρτίας;
ΕΠΙΛΥΣΙΣ. Ἐξετάσαι χρὴ πῶς εἰς ἡμᾶς ὁ προπάτωρ Ἀδὰμ παρέπεμψε τὴν
ἐπενεχθεῖσαν αὐτῷ διὰ τὴν παράβασιν δίκην. ἤκουσεν "Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ," καὶ φθαρτὸς ἐξ ἀφθάρτου γέγονε, καὶ ὑπηνέχθη τοῖς τοῦ θανάτου δεσμοῖς. ἐπειδὴ δὲ εἰς τοῦτο πεσὼν ἐπαιδοποίησεν, οἱ ἐξ αὐτοῦ γεγονότες ὡς ἀπὸ φθαρτοῦ φθαρτοὶ γεγόναμεν. οὕτω καί ἐσμεν τῆς ἐν Ἀδὰμ κατάρας κληρονόμοι. οὐ γὰρ πάντως ὡς σὺν ἐκείνῳ παρακούσαντες τῆς θείας ἐντολῆς ἧς ἐδέξατο τετιμωρήμεθα, ἀλλ' ὅτι, ὡς ἔφην, θνητὸς γεγονὼς, εἰς τὸ ἐξ αὐτοῦ σπέρμα παρέπεμψε τὴν ἀράν· θνητοὶ γὰρ γεγόναμεν ἐκ θνητοῦ· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς χρηματίσας δεύτερος Ἀδὰμ, καὶ ἀρχὴ τοῦ γένους ἡμῶν δευτέρα μετὰ τὴν πρώτην, ἀνεμόρφωσεν ἡμᾶς εἰς ἀφθαρσίαν, προσ 561 βαλὼν τῷ θανάτῳ, τῇ ἰδίᾳ σαρκὶ καταργήσας αὐτὸν, καὶ λέλυται τῆς ἀρχαίας ἀρᾶς ἡ δύναμις ἐν αὐτῷ. διὰ τοῦτό φησιν ὁ πάνσοφος Παῦλος, ὅτι ὥσπερ "δι' ἀνθρώπου ὁ "θάνατος, οὕτω καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν," καὶ πάλιν "Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω "καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." οὐκοῦν ἡ καθόλου καὶ γενικωτάτη δίκη διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως ἡ φθορὰ καὶ ὁ θάνατός ἐστιν· ὁμοίως ἡ κατὰ πάντων καὶ γενικωτάτη λύτρωσις ἐν Χριστῷ τετέλεσται. ἀπεδύσατο γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ τὸν ἐπιῤῥιφέντα αὐτῇ θάνατον, διὰ τοῦ γενέσθαι φθαρτὸν τὸν πρῶτον ἄνθρωπον. ὁ δὲ ἑκάστου ἡμῶν πατὴρ, κἂν ἁγιασθῇ διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ κομίσηται τῶν πλημμελημάτων τὴν ἄφεσιν, οὐ παραπέμψει καὶ εἰς ἡμᾶς τὸ δῶρον. εἷς γάρ ἐστιν ὁ πάντας ἁγιάζων καὶ δικαιῶν καὶ ἀνακομίζων εἰς ἀφθαρσίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ εἰς πάντας ἐν ἴσῳ δι' αὐτοῦ καὶ παρ' αὐτοῦ τὸ δῶρον ἔρχεται. ἕτερον δέ ἐστιν ἁμαρτίας ἄφεσις, καὶ ἕτερον θανάτου λύσις. καὶ ἕκαστος μὲν τῶν ἰδίων πλημμελημάτων κερδαίνει τὴν ἄφεσιν ἐν Χριστῷ διὰ τοῦ Ἁγίου Πνεύματος· κοινῇ δὲ ἅπαντες ἀπαλλαττόμεθα τῆς ἐν ἀρχαῖς ἐπενεχθείσης ἡμῖν δίκης, τῆς τοῦ θανάτου φημὶ δραμούσης εἰς ἅπαντας, καθ' ὁμοιότητα τοῦ πρώτου πεσόντος εἰς θάνατον. διὰ τοῦτο γὰρ καὶ ὁ πάνσοφος Παῦλός φησιν, ὅτι "ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι "Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώ"ματι τῆς παραβάσεως Ἀδάμ·" μέχρι γὰρ νόμου κεκράτηκεν 562 ἡ τοῦ θανάτου δίκη. Χριστοῦ δὲ λοιπὸν ἀναλάμψαντος, εἰσβέβηκεν ἡ δικαιοσύνη, δικαιοῦσα χάριτι, καὶ ἀποσοβοῦσα τῶν ἡμετέρων σωμάτων τὴν φθοράν.
Εἰ γέγονεν ἡ ἀνάστασις ἤδη, ἣν εἶδεν Ἱεζεκιὴλ ὁ προφήτης· ἡνίκα προσῆλθεν
ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ σὰρξ καὶ δέρμα καὶ τρίχες καὶ