παρατεινομένης χρόνους; Ἆρα, ὅπερ ἐποίησε τότε μετὰ τὴν ἑκατονταετίαν, οὐκ ἠδύνατο καὶ παραχρῆμα ποιῆσαι; Ἀλλ' ἐπίτηδες παρέτεινεν, διδοὺς ἔνδομα τῆς μετανοίας. Βλέπεις Θεοῦ ἀγαθότητα; καὶ εἴγε μετενόησαν οἱ τότε, οὐκ ἂν ἀπέτυχον τῆς τοῦ Θεοῦ φιλανθρωπίας. 2.9 Ἐλθέ μοι λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους, τοὺς ἐκ μετανοίας σωθέντας. Ἀλλ' ἴσως καὶ ἐν γυναιξὶν ἐρεῖ τις· ἐπόρνευσα, ἐμοίχευσα, ἐμόλυνα τὸ σῶμα παντοίαις ἀκολασίαις· ἆρ' ἔστι σωτηρία; Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαάβ, καὶ προσδόκα καὶ σὺ τὴν σωτηρίαν· εἰ γὰρ ἡ φανερῶς καὶ δημοσίᾳ πορνεύσασα, διὰ μετανοίας ἐσώθη· ἆρα ἡ ἅπαξ ποτὲ πορνεύσασα πρὸ τῆς χάριτος, διὰ μετανοίας καὶ νηστείας οὐ σώζεται; πῶς γὰρ ἐσώθη ἐκείνη, ζήτησον· τοῦτο μόνον εἶπεν, Ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὁ Θεὸς ὑμῶν· ἑαυτῆς γὰρ, οὐκ ἐτόλμησεν εἰπεῖν διὰ τὴν ἀσέλγειαν· καὶ εἰ θέλεις δέξασθαι τοῦ σωθῆναι ταύτην, μαρτυρίαν ἔγγραφον, ἔχεις ἀνάγραπτον, ἐν ψαλμοῖς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με· ὦ μεγάλης τοῦ Θεοῦ φιλανθρωπίας, καὶ πορνῶν μνημονευούσης ἐν γραφαῖς· ἀλλ' οὐχ ἁπλῶς. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ μετὰ τοῦ· Τοῖς γινώσκουσί με. Ἔστιν οὖν καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν ὁμοίως, ἡ διὰ μετανοίας προξενουμένη. 2.10 Κἂν ὁλόκληρος δὲ λαὸς ἁμάρτῃ, οὐ νικᾷ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐμοσχοποίησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστη ὁ Θεὸς τῆς φιλανθρωπίας· ἠρνήσαντο οἱ ἄνθρωποι τὸν Θεὸν, ἀλλ' ὁ Θεὸς ἑαυτὸν οὐκ ἠρνήσατο. Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, εἰρήκασιν· καὶ πάλιν συνήθως ὁ Θεὸς τοῦ Ἰσραὴλ, σωτὴρ αὐτῶν ἐγένετο. Καὶ οὐ μόνος δ' ὁ λαὸς ἥμαρτε, ἀλλὰ καὶ Ἀαρὼν ὁ ἀρχιερεύς. Μωϋσῆς γάρ ἐστιν ὁ λέγων, Καὶ ἐπ' Ἀαρὼν ἐγένετο ὀργὴ Κυρίου· καὶ ἐδεήθην, φησὶν, ὑπὲρ αὐτοῦ, καὶ συνεχώρησεν αὐτῷ ὁ Θεός. Εἶτα Μωϋσῆς μὲν αἰτῶν ὑπὲρ ἀρχιερέως ἁμαρτάνοντος, ἐδυσώπει τὸν Κύριον· Ἰησοῦς δὲ ὁ μονογενὴς, αἰτῶν ὑπὲρ ἡμῶν οὐ δυσωπεῖ τὸν Θεόν; Κἀκεῖνον μὲν διὰ τὸ πταισθὲν οὐκ ἐκώλυσεν ἐλθεῖν εἰς ἀρχιερωσύνην· σὲ δὲ ἐξ ἐθνῶν ἐλθόντα, κεκώλυκεν εἰσελθεῖν εἰς τὴν σωτηρίαν; Μετανόησον, ἄνθρωπε, λοιπὸν καὶ αὐτὸς ὁμοίως, καὶ οὐ κεκώλυταί σοι ἡ χάρις. Ἀνεπίληπτόν σου παράστησον εἰς τὸ ἑξῆς τὸν τρόπον· φιλάνθρωπος γὰρ ἀληθῶς ὁ Θεὸς, καὶ οὐ δυνήσεται ὁ πᾶς χρόνος κατ' ἀξίαν ἐξειπεῖν αὐτοῦ τὴν φιλανθρωπίαν· οὐδ' ἂν πᾶσαι αἱ γλῶσσαι συνέλθωσιν ἀνθρώπων ὁμοῦ, οὐδ' οὕτως μέρος τι τῆς τοῦ Θεοῦ φιλανθρωπίας διηγήσασθαι δυνήσονται. Ἡμεῖς γὰρ λέγομεν μέρος τι τῶν γεγραμμένων περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ φιλανθρωπίας· ἀλλ' οὐκ οἴδαμεν ὅσα καὶ ἀγγέλοις συνεχώρησεν. Συγχωρεῖ γὰρ κἀκείνοις, ἐπειδὴ εἷς μόνος ἀναμάρτητος. ὁ τὰς ἁμαρτίας ἡμῶν καθαρίζων Ἰησοῦς. Καὶ περὶ μὲν ἐκείνων αὐτάρκως. 2.11 Εἰ δὲ βούλει, σοὶ περὶ ἡμῶν καὶ ἄλλους τύπους παραστῆναι, ἐλθὲ καὶ ἐπὶ τὸν ∆αβὶδ τὸν μακάριον, καὶ τύπον αὐτὸν λάβε τῆς μετανοίας. Ἐσφάλη ὁ μέγας· μετὰ κοίτην, τὸ δειλινὸν, περιπατῶν ἐπὶ τοῦ δώματος, ἴδεν ἀδιαφόρως, καὶ ἔπαθέν τι ἀνθρώπινον. Ἐτελέσθη ἡ ἁμαρτία, ἀλλ' οὐ συναπέθανεν ἡ περὶ τὴν ὁμολογίαν τοῦ πταίσματος εὐγνωμοσύνη. Ἦλθε Ναθὰν ὁ προφήτης, ἔλεγχος ταχὺς, ἰατρὸς τοῦ τραύματος. Ὠργίσθη, φησὶν, ὁ Κύριος, καὶ ἥμαρτες, τῷ βασιλεύοντι ὁ ἰδιώτης ἔλεγεν. Ἀλλὰ ∆αβὶδ ὁ βασιλεύς [ὁ πορφυροφόρος] οὐκ ἠγανάκτησεν· οὐ γὰρ προσεῖχε τῷ λαλοῦντι, ἀλλὰ τῷ ἀποστείλαντι. Οὐκ ἐτύφωσεν αὐτὸν τὸ περιεστὸς τῶν στρατιωτῶν στίφος· ἐνενόει γὰρ τὸν ἀγγελικὸν τοῦ Κυρίου στρατὸν, καὶ τὸν ἀόρατον ὡς ὁρῶν ἠγωνίασε. Καί φησι τῷ ἐλθόντι, μᾶλλον δὲ δι' ἐκείνου τῷ ἀποστείλαντι, ἀποκρινάμενος· Ἡμάρτηκα τῷ Κυρίῳ. Βλέπεις τοῦ βασιλέως ταπεινοφροσύνην, βλέπεις ἐξομολόγησιν. Μὴ γὰρ ἦν ἐλεγχθεὶς ὑπό τινος; μὴ πολλοὶ συνῄδεισαν τῷ πράγματι; Ὀξέως ἐπράχθη τὸ πρᾶγμα, καὶ ὁ προφήτης εὐθὺς παρῆν κατήγορος, καὶ ὁ πταίσας ὁμολογεῖ τὸ κακὸν, καὶ ἐπειδὴ εὐγνωμόνως ὡμολόγησεν, ὀξυτάτην ἔσχε τὴν ἰατρείαν. Ὁ γὰρ ἀπειλήσας προφήτης Ναθὰν, φησὶν εὐθέως· Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου. Βλέπεις