ἐπάγεσθαι κατακλυσμοῦ ὁ θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύματος εἰς σαρκικὴν προαίρεσιν μεταβαλλομένου, οὕτως καὶ ἐνταῦθα ὁ ἀπόστολος λέγει, ὅτε ἦμεν ἐν τῇ σαρκί. 18 Μηδεὶς τοίνυν ἔστω ἐν σαρκί, ἀλλ' ἐν σαρκὶ ὢν μὴ κατὰ σάρκα περιπατείτω. οὐ γὰρ βούλεται ἡμᾶς ὁ ἀπόστολος τελείως ἑαυτοὺς ἐξαγαγόντας ἐκ τοῦ κόσμου μὴ ἐργάζεσθαι φαῦλον, ἀλλ' ἐν σαρκὶ ὄντας ἡμᾶς καταδουλῶσαι τὴν σάρκα, καὶ μὴ ἄρχεσθαι ὑπ' αὐτῆς. μὴ δουλωθῶμεν, ἀλλ' ἄρξωμεν. τροφῇ χρησώμεθα συμμέτρῳ, μὴ τῇ γαστριμαργίᾳ καταφερόμενοι, ἀλλὰ χαλινοῦντες τὴν γαστέρα, ἵνα καὶ τῶν ὑπὸ γαστέρα ἄρξωμεν. ἀρχέσθω τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, καὶ μὴ συρέσθω ἡ ψυχὴ ὑπὸ τῶν σαρκικῶν ἡδονῶν. Μηκέτι ἁμάρτανε, ἵνα μή τί σοι χεῖρον γένηται. κηρύσσει μὲν ἅπασιν ὁ λόγος, γένοιτο δὲ πάντα τὰ ὦτα ἀκούειν. οὐ γὰρ πᾶσα ἀκοὴ σαρκὸς δεχομένη τὸν λόγον ἤδη δέχεται εἰς τὴν διάνοιαν. διὰ τοῦτο ὁ σωτὴρ ἔλεγεν· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, τοῖς ἔχουσιν ὦτα σαρκὸς διαλεγόμενος. 19 Ἀκουέτω τοίνυν ἅπας Ἰησοῦ καὶ μηκέτι ἁμαρτανέτω, ἀλλὰ τῷ ἁρματιῶν συγχωρητῇ προσδράμωμεν. καὶ εἰ νοσοῦμεν, προσφύγωμεν· εἴτε ἀλγοῦμεν τὴν ψυχήν, τῷ ἰατρῷ τῆς γνώσεως ἐξακολουθήσωμεν· εἴτε πεινῶμεν, τὸν ἄρτον δεξώμεθα· εἴτε ἐνεκρώθημεν, τὴν ἀνάστασιν λάβωμεν. εἴτε ἐν ἀγνοίᾳ κατεγηράσαμεν, τὴν σοφίαν παρὰ τῆς σοφίας αἰτησώμεθα. Ἀλλ' ἐξείλκυσεν ἡμᾶς λόγος εἰς μῆκος λόγου. καὶ ἴσως γεγόναμεν ἐμπόδιον πατρικῆς διδασκαλίας. καιρὸς δὲ καλεῖ καὶ μειζόνων ἐπακοῦσαι ῥημάτων, ἵνα ὠφεληθέντες ἐκ μειζόνων ἔργων θεῷ διὰ τῶν ἔργων τὴν δοξολογίαν ἀναπέμψωμεν, ᾧ ἡ δόξα καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.