5
πολλοὺς δ' ἐκσώσας δυσπειθέας, αἰσυλοθρήσκους, παρφάμενος Χριστὸν ποθέειν, μογέων ἐκόμιζεν εἰς ἀγέλην μεδέοντος, ὃς αἰὲν ἔχει γέρας. ἀμήν. 2 «Ὅσσοις δὴ Χριστοῦ πολυυμνήτοιο μέμηλε πίστις μυστιπόλος, θαλεροῖς ἐμέθεν δακρύοισι λεύσσατε, ὄφρα μάθητε, πόθεν τόσον ἐστί μοι ἄλγος- καὶ σάφα οἶδ', ὅτι ἴστε· ἀληθέα μυθέομαι γάρ-· ἠδ' ὅσσοι τέρπεσθε ἀεικέσιν εἰδώλοισι, πεύθεσθ'· ἐξενέπω γὰρ ἐγὼν ἀπατήλια τῶνδε. οὐδὲ γὰρ οὐδ' ἕτερός τις ἐν ἀνθρώποισιν ἐμεῖο ἔπλετο δύσθρησκος καὶ δαίμοσιν ὠμάρτησεν οὐδέ τε μαψιδίων εἰδώλων ἔσκεν ὀπηδός, οὔθ' ὅ πέρ εἰσι μαθεῖν οὔτ' αὖ μένος ἐστὶν ἐκείνοις. - οὗτος ἐκεῖνος ἔφυν Κυπριανός, τόν ποτε κοῦρον ἡμέτεροι τοκέες δῶρον δόσαν Ἀπόλλωνι. εἰσέτι νηπίαχος δέ τ' ἐὼν μάθον ὄργια θηρὸς νηδυπόροιο δράκοντος. ἔτος δ' ἐπὶ ἕβδομον ἐλθὼν Μιθραίῳ Φαέθοντι πάλιν μετέπειτα τελέσθην· ᾤκεον εὐγενέων δέ τ' Ἀθηναίων πόλιν αἰπήν. καὶ ναέτης γενόμην δέ, ἐπεὶ τόδε ἥνδαν' ἐμεῖο πατράσιν, οἵ μ' ἔτεκον. δεκάτῳ δ' ἐπιβὰς λυκάβαντι ∆ηοῖ δᾷδας ἀνῆψα, Κόρης δ' ἀργεννὸν ὑπέστην πένθος. Ἀθηναίης δ', ἥτις πόλιν ἐστὶν ἐς ἄκρην, ῥέξα δρακοντείους τελετάς. ζάκορος δὲ τελεσθεὶς ἦλθον ἐς Οὐλύμποιο νάπος, τό γε δὴ καλέουσιν ἀγνῶτες μακάρων ἀμενηνῶν εἶναι ἔδεθλον. ἔνθα τινῶν ἐπέων ἦχον καὶ δοῦπον ἄκουον. λεῦσα πόας πρέμνους τε, ὅσον θαμβῆσαι ὀπωπήν, ἅς περ ἐπισκόπεόν γε μάτην κακοδαίμονες αἰνοί. ἔνθ' ὥρας κάτιδον καὶ ἀμειβομένους δέ τ' ἀήτας, αὕτως δ' ἤματα πολλά, τά πέρ τινες ἔνδον ἀνιγροὶ φαντασίῃ τεύχουσιν ἀπηνέες ἀντιπάλαμνοι. καὶ χορὸν εἰσιδόμην μέγ' ἀναιδέα μελπομένων γε, ἄλλους δ' αὖτ' ἐς ὅμιλον Ἀρήια ἔργα τελεῦντας. ἄλλων δ' αὖτε λόχους καὶ κέρτομα ἤθεα εἶδον ἠδέ τ' ἀτυζομένους. ἔνθ' ἔδρακον, ὅσσα θεάων καὶ μακάρων στίφη· αὐτοῦ γὰρ ἔμιμνον ἔγωγε ἤματα τεσσαράκοντα καὶ ἄλλ' ἐπὶ τοῖσι δέ τ' ὀκτώ. ἔνθεν δὴ στέλλονται ἅτ' ἐκ κρατερῶν βασιλείων πνεύματα ἠερόφοιτα ποτὶ χθόνα, ἔθνεα πάντα ῥέζειν ὅσσ' ἐθέλουσιν ἀεικέα, οἷα κάκιστα. ἦν δέ μοι ἐκ δένδρων θαλερῶν δαὶς ἀκροπέτηλος δυομένου Φαέθοντος. ἐπὶ πέμπτον δέκατόν τε ἐλθὼν εἰς ἔτος, αὐτὸς ὅλων πνοιῶν τε θεῶν τε ἦα διδασκόμενός γε παρ' ἀνδρῶν ἱεροφαντῶν ἑπτά, καὶ ἔργματα δ', ὅσσα ἀθέσμοις δαίμοσίν εἰσι. καὶ γὰρ ἐμοὶ γλίχοντο γονεῖς, ὅππως κε μάθοιμι, ὅσσα περ ἐν γαίῃ τε καὶ ἠέρι ἐστὶ καὶ ἅλμῃ, οὐ μόνον ὅσσα πέλουσι κατὰ φθορὰν ἀνθρώποισιν, ἀλλ' ὅσα καὶ θαλερῆς ποίης πέλει εὐπρέμνου τε φυταλίης, ὅσα τ' ἀνδρὸς ἀκιδνότερον περὶ σῶμα εἰλεῖται καὶ ὅσσα κακόφρων ἀντιπάλαμνος εὗρεν, ὁ τῆσδε γύης ἀρχός, ὄφις αἰολόμητις, εἰς ἔριν ἀθανάτου βουλὴν μεδέοντος ἀτίζων. - ἔνθεν ἐς ἱππόβοτον θαλερὸν γενόμην κατὰ Ἄργος· ἦν δὲ Τιθωνιάδος ἔροτις λευχείμονος Ἠοῦς. μύστης δ' αὖ γενόμην, καὶ αὐτόθι ἠέρος ἅμμα ἠδὲ πολυπτύχοιο πόλου καὶ εἶδον ἄημα, συγγενίην δ' ὑδάτων καὶ εὐφόρβοιο ἀρούρης ἠδ' αὖτις δροσερῶν ναμάτων εἰς ἠέρα δῖαν. - Ἤλιδος ἄχρι δ' ἔβην· καὶ Ταυροπόλου Κελαδεινῆς ἐν Σπάρτῃ ἔσιδον βρέτας ὄβριμον, ὄφρα δαείην ὑλομενῆ, πολύμορφον ἄγαν φύσιν ἠδὲ μεταλλὰξ ψήφους τε γραφίδας τε χαρακτῆρας δέ τε κόσμου γραιώδεις μύθους τε. ἀτὰρ Φρυγίης χθόνα βαίνων μαντιπόλος γενόμην πινυτὸς μάλα, ἐκ πραπίδων δὲ ἥπατος ὅσσα πέλουσιν ἐγὼν ἐδάην κατὰ μέσσον, ἐκ Σκυθέων δ' οἰωνοὺς σήματά τ' ἠχήεντα ἠδ' ἄρα καὶ ζῴων καμπτὰς ἐπὶ τοῖσι πορείας, κληδόνας αἰζηῶν, τοί κεν τὰ ἔπειθ' ὁρόωσι, βόμβους δουρατέων σανίδων, πετρῶν δέ θ' ὁμοίως, φωνὰς δ' ἐκ τύμβων πρόπαλαι κατατεθνηώτων, δοῦπον δ' αὖ θυρέων, παλμοὺς βροτέων μελεδωνῶν, ὄγκους δ' αἱματόεντας, ὅσοι μέλεα χραίνουσιν· εὖτε δὲ μυρμήκων βρώμη κατὰ ἅψεα βαίνει· καὶ μύθων ὀάρους καὶ ἀριθμοὺς αὖτ' ἐπέων γε· καὶ σαρκὸς ὁρατούς γε πόνους, στήλας φύσιος δέ· ὅρκοι δ' ὅσσοι ἔασιν ἀληθέες ἠδὲ καὶ οὐκί· ἠδὲ καὶ ὅσσα πέλουσιν ἐναντία μήδεα φωτῶν. οὐδέ τί με χθονίων πρῆξις λάθεν ἠερίων τε καὶ βυθίων, οὐ φάσμα πολύτροπον, οὐ κρύφιος νοῦς, οὐ δολόεις οὐδ' αὖ πολυμέρμερος οὐδὲ τεχνήεις, εἵως ἠπεδανῆς ἀπάτης καὶ