5
9 Ἀλλ' ἐπανάγωμεν τὸν λόγον εἰς τὸν οἰκεῖον εἱρμόν. Πέτρῳ μὲν καὶ Παύλῳ κοινὸν ἡ μαθητεία Χριστοῦ καὶ ἡ διδασκαλία περὶ Χριστοῦ καὶ τὸ πάντα ἀπορρῖψαι τὰ ἑαυτῶν καὶ τὸ μηδὲν ἡγεῖσθαι τῶν ἐν βίῳ τερπνὸν καὶ δυνάμενον ἀποστῆσαι τοῦ ἐπαγγέλματος· ἀπόστολοι δὲ ἄμφω καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου κήρυκες διαπρύσιοι, ἀμ φότεροι τὸν κόσμον διδάσκοντες, ἀμφότεροι τῶν τοῦ σατὰν δεσμῶν τοὺς ἀνθρώπους ἐκλύοντες καὶ πρὸς τὴν κατὰ Χρι στὸν ἐλευθερίαν εἰσφέροντες, ἀμφότεροι τῆς ἁλμυρᾶς τῷ ἀγκίστρῳ πάντας τῆς διδασκαλίας ἀνέλκοντες καὶ πρὸς τὴν ζωὴν ἐπανάγοντες, οἰκουμενικοὶ διδάσκαλοι καὶ ἀμφότεροι καὶ πᾶσαν γῆν τοῖς σφετέροις περιειληφότες διδάγμασιν, ὁ μόφρονες ἀμφότεροι καὶ ὁμότροποι καὶ σκοπὸν ἕνα καὶ κοινὸν βούλημα ἔχοντες τὴν τῶν ἀνθρώπων σωτηρίαν καὶ τὴν εἰς τὸ ἀρχαῖον ἀξίωμα τῆς εἰκόνος ἐπά νοδον· ἀμφό τεροι τεράστια ἐργαζόμενοι, χωλοὺς θεραπεύοντες, τυφλοὺς ὀμματοῦντες, νεκροὺς ἀνιστῶντες, δαίμονας ἐκβάλλοντες, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τοῦ λαοῦ ἀφανίζοντες, πάντα γεγονότες τὰ πρὸ τοῦ νόμου, τὰ ἐν τῷ νόμῳ, τὰ μετὰ νόμον. ὡς Ἀδὰμ καὶ ἄμφω τὴν πρώτην πλάσιν εἰσδέχονται τὴν ὑψηλοτέραν τε καὶ μακαριωτέραν καὶ τετιμημένην ὄντως χερσὶ τοῦ θεοῦ, καὶ τοῦ παραδείσου μὲν οὐκ ἐκπίπτουσι τῇ παρακοῇ, εἰσάγονται δὲ ἐν αὐτῷ καὶ ἑτέρους συνεισάγουσι πρὸ τῆς κοινῆς ἀποκαταστάσεως. ὡς Ἄβελ γίνονται καὶ θυσίαν εἰσφέρουσιν εὐάρεστον. ὡς Ἐνὼς εἰς τὸν κύριον ἐπηλπίκασι· καὶ γὰρ καὶ ἠκολουθήκασι καὶ πάντα τούτῳ τὰ καθ' ἑαυτοὺς ἀνηρτήκασιν. ὡς Ἐνὼχ μετατιθέμενοι καὶ μεταβαίνοντες φαίνονται ἐκ τῶν γηίνων εἰς τὰ οὐράνια, ἐκ τῶν προσκαίρων εἰς τὰ ἀθάνατα, ἐκ τῶν κατὰ κόσμον εἰς τὸ κατὰ Χριστὸν εὐαγγέλιον. ὡς Νωὲ πιστεύονται κιβωτὸν τὴν πάντα κόσμον τοῦ νοητοῦ ὑπεραίρουσαν κλύδωνος καὶ τῆς καταιγίδος αὐτὸν καὶ τοῦ καταποντισμοῦ διασώζουσαν. ὡς Ἀβραὰμ οὐκ «ἐξέλθετε μὲν ἐκ τῆς γῆς ὑμῶν καὶ ἐκ τῆς συγγενείας» ἀκούουσιν, ἀλλὰ «δεῦτε δὴ καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων» τῷ Χριστῷ προστάσσοντι πείθονται καὶ δέχονται τὰ τοῦ λόγου ἄγκιστρά τε καὶ δίκτυα καὶ τοὺς ἐν τῷ βυθῷ τῆς ἀπωλείας νηχομένους ἀνάγουσιν. ὡς Λὼτ ἐκ φεύγουσι Σοδόμων τὸν ἐμπρησμὸν καὶ εἰς τὸ ὄρος ἀνέρχονται καὶ εἰς τοὐπίσω οὐ στρέφονται, ἵνα μὴ στήλη φανῶσιν ἁλὸς εἰ καὶ ἄλλως ἅλες ἐκλήθησαν. ἐδιδάχθησαν γὰρ ὡς «οὐδεὶς τὴν χεῖρα αὐτοῦ βαλὼν εἰς ἄροτρον καὶ εἰς τοὐπίσω στραφεὶς εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». ὡς Ἰσαὰκ σφαγιάζονται μέν, οὐ παρὰ τοῦ πατρὸς δέ, ἀλλὰ παρὰ τοῦ ἀντικειμένου καὶ τοῖς πατρικοῖς φθονοῦντος διδάγμασι· πλὴν μετὰ τὴν σφαγὴν ζῶσι παρὰ μὲν θεῷ τὴν κρείττω ζωήν, παρὰ δ' ἀνθρώποις ταῖς διδασκαλίαις τε καὶ τοῖς θαύμασι. γίνονται τῷ λόγῳ καὶ Ἰακὼβ καὶ θηρῶσι πρὸ τῶν ἄλλων τὴν εὐλογίαν, καὶ προχωροῦσιν εἰς αὔξην τῆς τοῦ ἁγίου ἔθνους γενέσεως, καὶ ἀναβαίνουσι μὲν εἰς Αἴγυπτον, ἵνα τὰ ἐν τῇ Αἰγύπτῳ καὶ περὶ Αἴγυπτον κατα λύσαιεν, ὑποστρέφουσι δὲ μετὰ πλήθους εἰς τὴν ἐπηγγελ μένην ἣν τοῖς πατράσιν ὤμοσε κύριος. ὡς Ἠσαΐας καὶ Ἱερεμίας καὶ οἱ λοιποὶ οὐ προφητεύουσι μέν, θεωροῦσι δὲ τὸν προφητευόμενον καὶ διδάσκουσι πάντας καὶ τὰ προ φητῶν ἀναπτύσσουσιν. ὡς Σαμουὴλ καὶ πρὸ γενέσεως δοτοὶ τῷ θεῷ· ἐκ τῶν ποιμνίων ὡς ὁ ∆αυὶδ προσλαμβάνονται καὶ τοῦ Ἰσραὴλ βασιλεύουσι· κριταὶ γὰρ τούτου ἐν τῇ μελ λούσῃ παρουσίᾳ καθίζουσι, ὃ καὶ τοῦ βασιλεύειν κρεῖττον καθέστηκεν. ὀρχοῦνται δὲ καὶ τῆς θείας ἔμπροσθεν κιβωτοῦ καὶ ᾄδουσι τοὺς ψαλμοὺς ἐν θειοτέροις καὶ ὑψηλοτέροις τοῖς μέλεσι. δέχονται σοφίαν παρὰ τῆς αὐτοσοφίας ὡς Σολομών, πλὴν οὐκ ἐν ὑστέροις αὐτὴν διαφθείρουσιν ἀλλὰ καὶ προβαίνουσι καὶ ἐπαύξουσι ταῖς νοεραῖς ἐπεκτάσεσιν.
10 Ἀλλὰ τί μὴ λέγω τὰ κρείττω καὶ τιμιώτερα; ἀμφότεροι πρὸς τὴν ἄνω Ἱερουσαλὴμ τὸν καινὸν ποδηγοῦσι λαόν, τὸν νέον Ἰσραήλ, ἐν στύλῳ πυρὸς καὶ νεφέλης ἐν θεωρίᾳ τῇ κρείττονι. ἀμφότεροι τὴν νοη τὴν Αἴγυπτον βασανίζοντες ὡς