σωζομένας ἱστορήσαμεν. 21 μάρτυς δὲ καὶ ἡ ὄψις, δι δάσκαλος ἀψευδής. τό τε μῆκος τοῦ χρόνου σαφῶς δείκνυσι καὶ τῶν σεπτῶν ναῶν ἡ κτίσις. ἔτι δὲ καὶ τῶν ἀνέκαθεν ἱερῶν σκευῶν παρὰ τῶν εὐσεβούντων ἡ ποίησις καὶ ἀφιέρωσις ἄπειρος τῷ πλή θει τυγχάνουσα. οὐ μὴν δὲ ἀλλὰ καὶ αὐταὶ αἱ πτυχαὶ τῶν ἁγίων εὐαγγελίων τοὺς ἱεροὺς τύπους ἔξωθεν φέρουσαι ὑπὸ πάντων πι στῶν σεπτῶς προσκυνουμένους, οἵ τε θεῖοι κίονες καὶ αἱ σωλαῖαι καλούμεναι, αἳ τὸ σεβάσμιον τοῦ ἱεροῦ διατειχίζουσι θυσιαστη ρίου. καὶ γὰρ οὐδενὶ ἑτέρῳ λόγῳ ἢ τοῦ προσκυνεῖσθαι πάντως εἵνεκα ἅμα τῷ συμπαρακειμένῳ τοῦ σταυροῦ τύπῳ εὐσεβῶς ἀρχῆ θεν ἐνταῦθα καθιστόρηνται. 22. Ἀλλ' ὅ γε θηριώνυμος καὶ λεοντότροπος ταῦτα παρα γραψάμενος πάντα ἔσπευδεν ὅτι μάλιστα πᾶσαν θείαν εἰκόνα ἀπο στρέφειν καὶ λήθῃ βαθείᾳ παραπέμπειν. ταύτῃ τοι θεομαχῶν ἐπὶ δήμου τοιαῦτα κατατολμήσας ὁ ἐμβρόντητος παρρησιάζεται, λέγων "ὥσπερ ἐκ τῶν ὄψεων ὑμῶν, ἀδελφοί, τὰς εἰκόνας ἐξω λοθρεύσαμεν, οὕτω δὴ καὶ ἐκ τῶν ψυχῶν ὑμῶν περιαιρήσειν ὑμεῖς ὡς θεοῦ καὶ τοῦ βασιλέως δοῦλοι καὶ φίλοι σπουδάσατε." καὶ γὰρ ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοή 777 σει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν. κἀν τεῦθεν τοίνυν τοὺς εὑρισκομένους ἔχοντας εἰκόνα Χριστοῦ ἤ τινος ἁγίου καὶ προσκυνοῦντας δειναῖς τιμωρίαις καὶ κολάσεσι κατεδί κασεν ὁ ἀλάστωρ καὶ αἱμοβόρος. καὶ οὕτω κρεωκοπούμενοι καθ' ἑκάστην ἡμέραν καὶ καταθυόμενοι διεφθείροντο πανταχοῦ οἱ θεο σεβεῖς· καὶ πολλοὺς ἐνδόξους καὶ περιβλέπτους πεφόνευκε. 23. Καὶ ταῦτα μὲν κατὰ τῶν ὀρθοδοξούντων ἀφειδῶς καὶ ἀπαύστως διεπράττετο· κατὰ δὲ τῶν ἐν τέλει καὶ τῶν εὐπορωτέ ρων ἄλλην πονηρὰν ἐπίνοιαν ὁ πονηρὸς καὶ παμμήχανος εὑρίσκει. βουλόμενος γὰρ αὐτοὺς ἐλεεινοὺς καὶ πένητας ἀπεργάσασθαι τί ποιεῖ; αἰτίαις αὐτοὺς ἀφύκτοις καὶ ἐγκλήμασι περιβάλλει, προ φασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ἵνα τῷ δέει τῶν ἐγκλημά των πᾶσαν αὐτῶν τὴν οὐσίαν ἀναλογήσωσιν ὑπὲρ τῆς ἐκεῖθεν σω τηρίας. ἔστιν ὅτε δὲ καὶ συνεβίαζεν καθ' ὧν τινῶν ἀνδρικωτέρων ἢ εὐφυεστέρων, βασκαίνων τῆς εὐανδρίας ἢ εὐφυΐας αὐτοῖς, ὡς νεωτερίσειν ὑποπτεύων. τινῶν μὲν τοὺς ὀφθαλμοὺς ἐξώρυττεν, ἄλλων δὲ τὰ μέλη ἠκρωτηρίαζεν· ἑτέρους δεσμοῖς κατέχων μεθ' ἡμέρας τινὰς τῷ θανάτῳ παρέπεμψεν. ἐξ ὧν ὑπῆρχε Μιχαὴλ ὁ 778 τὴν τοῦ ἐξκουβίτου τάγματος ἀρχὴν διέπων· διεβλήθη γὰρ τῷ βασιλεῖ ὡς κατ' αὐτοῦ βουλευόμενος· ὃν εἱρκτῇ καὶ πέδαις εἶχε τηρούμενον. 24 τῆς δὲ γενεθλίου τοῦ σωτῆρος ἡμῶν ἡμέρας ἐνστάσης τοῦτον ἠβουλήθη νυκτὶ ἀνελεῖν· κωλυθεὶς δὲ παρὰ τῆς ἰδίας γυναικὸς διὰ τὴν ἑορτὴν εἴασεν αὐτόν. ὁ δὲ Μιχαὴλ ἐν τῇ εἱρκτῇ ὤν, τοῦτο μαθών, πᾶσι τοῖς συμβούλοις τοῖς μετ' αὐτοῦ ἐμήνυσεν ὡς εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας ὑμᾶς καταμηνύω τῷ βασιλεῖ. ἦν δὲ μετ' αὐτῶν καὶ ὁ τοῦ παλα τίου παπίας, συγγενὴς ὢν τοῦ Μιχαήλ. οὗτοι τῇ νυκτὶ ὁπλι σθέντες, ἔνδοθεν τὰ ξίφη φοροῦντες, τοῦ παπίου ἀνοίξαντος ὡς ἱερεῖς μετὰ φελονίων εἰσῆλθον. τοῦ δὲ βασιλέως εἰς τὴν ἐκκλη σίαν εἰσελθόντος εἰσπηδήσαντες τὴν ἀνοσίαν αὐτοῦ ψυχὴν ... ἐν τῷ παλατίῳ, ἐν ᾧ οὐδεὶς τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἀνῄρητο. 25 αὐτῇ δὲ τῇ ὥρᾳ ἐν τῇ εἱρκτῇ ἀπελθόντες ἐξάγουσι τὸν Μιχαὴλ καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ, ἀντὶ δεσμοφόρου στεφηφό ρον, ὡς πληρωθῆναι ἐπ' αὐτὸν τὸ τοῦ ψαλμῳδοῦ λόγιον, τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. 779 μετὰ δὲ ταῦτα ῥακίοις εὐτελέσι περιβαλόντες τὰ τοῦ ἀλιτηρίου μέλη, καὶ εἰς ἀκάτιον ἐμβαλόντες τὸ παμμίαρον αὐτοῦ σῶμα, κατὰ τὴν καλουμένην Πρώτην νῆσον ἐκφέρουσι καὶ κατορύττουσιν, ἔνθα καὶ τοὺς παῖδας αὐτοῦ ἀποκείραντες μονάσαι πεποιήκασιν, οὐκ οἶδα ἀνθ' ὅτου ταύτην κατακριθεῖσαν τὴν συμφορὰν τοσού των κακῶν ὑποδέξασθαι. 26. Προσεκτέον δὲ ὡς εἴ γε ἰσχύν τινα εἶχεν ὁ λόγος τῶν δυσσεβῶν τούτων καὶ δυσωνύμων καὶ ἀληθείας ἔμφασιν τὰ παρ' αὐτῶν κτιζόμενα, κἂν ταῖς ἄλλαις ἱεραρχίαις ὑπῆρξέ που πάντως πεφυλαγμένα καὶ γινωσκόμενα· νῦν δὲ οὐδαμόθεν ἐπιγνῶναι τοῦτο πάρεστιν. ὁμοῦ τε γὰρ ἑῴα καὶ ἑσπερία λῆξις τὸ εὐαγγελικὸν δὴ