1

 2

 3

 4

 5

 6

 7

5

ΙΓʹ. Ταῦτα ὁ τῶν σημείων καὶ τῶν τεράτων Θεός· ταῦτα, ὁ τὸν Ἰωσὴφ ἀγαγὼν εἰς Αἴγυπτον ὤνιον διὰ ἀδελφῶν ἐπηρείας, καὶ ἐν γυναικὶ δοκιμά σας, καὶ ἐν σιτοδοσίᾳ δοξάσας, καὶ ἐν ἐνυπνίοις σοφίσας, ἵν' ἐπὶ ξένης πιστευθῇ, καὶ ὑπὸ Φαραὼ τιμηθῇ, καὶ πατὴρ γένηται πολλῶν μυριάδων, δι' ἃς Αἴγυπτος βασανίζεται, θάλασσα τέμνεται, ἄρτος ὕεται, ἥλιος ἵσταται, γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται. Οἶδε γὰρ πόῤῥωθεν καταβάλλεσθαι τῶν μεγάλων πραγμάτων ἡ σοφία τὰς ὑποθέσεις, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομεῖσθαι, ἵνα καὶ μᾶλ λον θαυμάζηται. Ἀπόχρη καὶ ταῦτα τῶν του Κυπριανοῦ καλῶν εἰς μέτρον εὐφημίας τελειωτάτης. Νῦν δὲ τοσαῦτά ἐστι τὰ λειπόμενα καὶ τοιαῦτα, 35.1185 ὥστε εἰ καὶ μηδὲν αὐτῷ τῶν προειρημένων ὑπῆρχεν εἰς ἔπαινον, ἐξαρκεῖν τοῖς ἑξῆς νικᾷν ἅπαντας. Ἵνα γὰρ τὰ ἐν μέσῳ συντέμω, τὴν τῶν χρημάτων περι φρόνησιν, τὴν τοῦ τύφου κατάλυσιν, τὴν τοῦ σώματος παιδαγωγίαν καὶ καθαρότητα τῶν προτέρων ὁρμῶν ἀντίπαλον, τὸ περὶ τὴν ἐσθῆτα φιλόσοφον, τὸ περὶ τὰς ἐντεύξεις ὑψηλόν τε ὁμοῦ καὶ φιλάνθρωπον, ὡς ἴσον ἀπέχειν εὐτελείας καὶ αὐθαδείας· τὰς χαμευνίας, τὰς ἀγρυπνίας, ὃς, καίτοι τῶν τοιού των ὀψιμαθὴς ὢν, κατὰ πολὺ τῶν προειληφότων ἐκράτει· τὴν περὶ λόγους φιλοτιμίαν, ἐξ ὧν ἦθος ἅπαν ἐπαίδευσε, καὶ δογμάτων ἀπαιδευσίαν ἐκάθηρε, καὶ ἀνδρῶν βίους ἐκόσμησε, καὶ τῆς ἀρχικῆς καὶ βασιλικῆς Τριάδος τὴν θεότητα τεμνομένην, ἔστι δὲ ὑφ' ὧν καὶ συναλειφομένην, εἰς τὸ ἀρχαῖον ἐπαν ήγαγεν, ἐν ὅροις μείνας εὐσεβοῦς ἑνώσεώς τε καὶ συναριθμήσεως· ἵνα ταῦτα συνέλω διὰ τὴν ἀμετρίαν, τῇ τοῦ βίου καταλύσει συγκαταλύσω τὸν λόγον.

Ι∆ʹ. Ἐμαίνετο καθ' ἡμῶν ∆έκιος, καὶ πάσας ἰδέας κολάσεων ἐπενόει, καὶ τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἔμελλεν· ἴσον δὲ ἀγώνισμα ποιεῖται, καὶ Χριστιανοὺς ἑλεῖν, καὶ τοὺς πρὸ αὐτοῦ διώκτας ὑπερβαλεῖν, μᾶλλον δὲ, ἢ Χριστιανοὺς πάντας, ἢ Κυπριανὸν μόνον ἑλεῖν τε καὶ παραστήσασθαι. Ὅσῳ γὰρ εὐσεβείᾳ τε καὶ δόξῃ διαφέρειν τὸν ἄνδρα ἐγί νωσκε, τοσούτῳ καὶ τὴν νίκην ἑαυτῷ περιφα νεστέραν ἑώρα καὶ λαμπροτέραν, εἰ τούτου κρατή σειεν. Ἐκείνως μὲν γὰρ Χριστιανῶν μόνον ὑπάρχειν κρατεῖν, οὕτω δὲ καὶ φιλοσοφίας αὐτῆς, καὶ λόγων. Καὶ τὴν γλῶσσαν περιελεῖν πρότερον, εἶτα ἀφώνους ἀπαγαγεῖν καὶ ἀλόγους τοὺς ὑπ' ἐκείνης ἐρειδομένους, ἀρίστης εἶναι στρατηγίας ἐνό μιζεν· οὐκ ὀρθῶς μὲν, οὐδὲ εὐσεβῶς ταῦτα διανοού μενος, οὐ μὴν παντάπασιν ἀλογίστως, πρός γε τὴν ἑαυτοῦ βούλησιν καὶ ἐπιχείρησιν· ἔδειξε δὲ τὸ ἔργον. Ἐπειδὴ γὰρ ἅπασαν προσβολήν τε καὶ πεῖραν ἀν δρικῶς τε καὶ γενναίως ἀποσεισάμενος, ὥσπερ τις πέτρα παράλιος κυμάτων ἐπιδρομὰς, τέλος ἐξορίαν ὑπ' αὐτοῦ κατακρίνεται· οὐ τὸ καθ' ἑαυτὸν ἔστερξεν ὁ γεννάδας, οὐδὲ ἠγάπα σωζόμενος· οὐδὲ ἀσφάλειαν τῷ σώματι μᾶλλον τὴν ἀτιμίαν ἐνόμιζεν, ἢ ψυχῆς κίνδυνον τὴν ἡσυχίαν, καὶ τὸ περιορᾷν τοὺς ἄλλους τῷ καιρῷ κινδυνεύοντας, οὐκ ὄντος τοῦ παιδοτριβοῦντος, καὶ πρὸς τὸν ἀγῶνα θαῤῥύνον τος. Οὐ γὰρ μικρὸν δύνασθαι καὶ λόγον εἰς ἀνδρείας προσθήκην τοῖς ἀποδυομένοις πρὸς τὸ τῆς ἀρετῆς στάδιον. 35.1188

ΙΕʹ. ∆ιὰ τοῦτο τῷ σώματι μὲν ἀπῆν, τῷ πνεύματι δὲ παρῆν, καὶ τοῖς ἀθλοῦσι συνηγωνίζετο· καὶ τῇ γλώσσῃ μὲν βοηθεῖν οὐκ εἶχεν, βοηθεῖ δὲ τῷ γράμ ματι. Πῶς; Ἀλείπτης ὑπερόριος γίνεται, τοὺς προτρεπτικοὺς συγγράφων, καὶ λογογραφῶν τὴν εὐσέβειαν, καὶ πλείους ἐκεῖνος σχεδὸν ἐξ ἐπι στολῶν ποιεῖται μάρτυρας μόνος, ἢ πάντες δι' ἑαυτῶν οἱ παρόντες τοῖς τότε κάμνουσι. Πείθει γὰρ, μὴ πατρίδα, μὴ γένος, μὴ περιουσίαν, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν χαμαὶ κειμένων, ἔμ προσθεν ἄγειν τῆς ἀληθείας, καὶ τῶν ἐκεῖθεν ἀποκειμένων ἄθλων τῆς ἀρετῆς, τοῖς ὑπὲρ τοῦ καλοῦ κινδυνεύουσι. Καὶ ταύτην εἶναι πραγματειῶν τὴν ἀρίστην, αἵματος ὀλίγου βασιλείαν οὐρα νῶν ὠνήσασθαι, καὶ δόξης ἀϊδιότητα τῶν προσ καίρων ἀντιλαβεῖν ἀγαθῶν. Μίαν μὲν γὰρ εἶναι πατρίδα τοῖς ὑψηλοῖς, τὴν νοουμένην Ἱερουσαλὴμ, οὐ τὰς