1

 2

 3

 4

 5

 6

 7

5

καὶ ὁ Υἱὸς τοῦ Θεοῦ δέχεται καὶ υἱὸς ἀνθρώπου γενέσθαι τε καὶ κληθῆναι· οὐχ ὃ ἦν μεταβαλὼν (ἄτρεπτον γὰρ), ἀλλ' ὃ οὐκ ἦν προσλαβὼν (φιλάνθρωπος γὰρ), ἵνα χωρηθῇ ὁ ἀχώρητος, διὰ μέσης σαρκὸς, ὁμιλή σας ἡμῖν, ὡς παραπετάσματος· ἐπειδὴ καθα ρὰν αὐτοῦ τὴν θεότητα φέρειν, οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως. ∆ιὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον Θεὸς, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον· ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθὲς, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. Ἐπειδὴ γὰρ ᾤετο ἀήττητος εἶναι τῆς κα κίας ὁ σοφιστὴς, θεότητος ἐλπίδι δελεάσας ἡμᾶς, σαρκὸς προβλήματι δελεάζεται· ἵν' ὡς τῷ Ἀδὰμ προσβαλὼν, τῷ Θεῷ περιπέσῃ, καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται, καὶ λυθῇ τὸ κατά κριμα τῆς σαρκὸς, σαρκὶ τοῦ θανάτου θανατωθέντος.

Ι∆ʹ. Τῇ μὲν οὖν γεννήσει τὰ εἰκότα προεορ τάσαμεν, ἐγώ τε ὁ τῆς ἑορτῆς ἔξαρχος, καὶ ὑμεῖς, καὶ πᾶν ὅσον ἐγκόσμιον τε καὶ ὑπερκόσμιον. Μετὰ ἀστέρος ἐδράμομεν, καὶ μετὰ Μάγων προσεκυνήσαμεν, μετὰ ποιμένων περιελλάμφθημεν, καὶ μετὰ ἀγγέλων ἐδοξάσαμεν, μετὰ Συ μεὼν ἐνηγκαλισάμεθα, καὶ μετὰ Ἄννης ἀνθωμολογησάμεθα, τῆς γεραιᾶς καὶ σώφρονος· καὶ χά ρις τῷ εἰς τὰ ἴδια ἐλθόντι ἀλλοτρίως, ὅτι τὸν ξένον ἐδόξασεν. Νυνὶ δὲ πρᾶξις ἄλλη Χριστοῦ, καὶ ἄλλο μυστήριον. Οὐ δύναμαι κατέχειν τὴν ἡδονὴν, ἔν θεος γίνομαι, μικροῦ καὶ, ὡς Ἰωάννης, εὐαγγελίζομαι, εἰ καὶ μὴ πρόδρομος, ἀλλ' ἀπὸ τῆς ἐρη μίας. Χριστὸς φωτίζεται, συναναστράψωμεν· Χριστὸς βαπτίζεται, συγκατέλθωμεν, ἵνα καὶ συνανέλθωμεν. Βαπτίζεται Ἰησοῦς· τοῦτο μόνον; ἢ καὶ τὰ ἄλλα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον; Τίς ὤν; καὶ παρὰ τίνος; καὶ κατὰ πηνίκα; Ὁ καθαρὸς, καὶ παρὰ Ἰωάννου, καὶ τῶν σημείων ἀρχόμενος; Ἵνα τί μάθωμεν, καὶ τί παιδευθῶμεν; Προκαθαίρεσθαι, καὶ ταπεινοφρονεῖν, καὶ κηρύσσειν ἐν τελειότητι, καὶ τῆς πνευματικῆς, καὶ τῆς σωματικῆς ἡλικίας. Ἐκεῖνο πρὸς τοὺς τὸ βάπτισμα σχεδιάζοντας, καὶ μὴ προευτρεπιζομένους, μηδὲ τὸ ἀσφαλὲς τῇ λυτρώσει 36.352 χαριζομένους, διὰ τῆς εἰς τὸ καλὸν ἕξεως. Καὶ γὰρ εἰ ἄφεσιν ἔχει τῶν παρελθόντων τὸ χάρισμα (χάρισμα γὰρ), ἀλλὰ τότε μᾶλλον εὐλαβείας ἄξιον, μὴ πρὸς τὸν αὐτὸν ἔμετον ἐπανέλθωμεν. Τοῦτο πρὸς τοὺς ἐπαιρο μένους κατὰ τῶν οἰκονόμων τοῦ μυστηρίου, ἂν ἀξίᾳ τινὶ προέχωσιν. Τὸ τρίτον πρὸς τοὺς θαῤῥοῦντας νεό τητι, καὶ πάντα καιρὸν οἰομένους εἶναι διδασκαλίας, ἢ προεδρίας. Ἰησοῦς καθαίρεται· καὶ σὺ καταφρονεῖς τῆς καθάρσεως; Ὑπὸ Ἰωάννου· καὶ σὺ κατεξανίστασαι τοῦ σοῦ κήρυκος; Τριακονταέτης ὤν· καὶ σὺ πρὸ τῆς γενειάδος διδάσκεις τοὺς γέροντας, ἢ τὸ διδάσκειν πιστεύεις, οὔτε παρὰ τῆς ἡλικίας, οὔτε παρὰ τοῦ τρόπου τυχὸν ἔχων τὸ αἰδέσιμον; Εἶτα ὁ ∆ανιὴλ ἐνταῦθα, καὶ ὁ δεῖνα, νέοι κριταὶ, καὶ τὰ παραδείγματα ἐπὶ γλώσσης. Πᾶς γὰρ ἀδικῶν εἰς ἀπολογίαν ἕτοιμος. Ἀλλ' οὐ νόμος Ἐκκλησίας, τὸ σπάνιον· εἴπερ μηδὲ μία χελιδὼν ἔαρ ποιεῖ, μηδὲ γραμμὴ μία τὸν γεωμέτρην, ἢ πλοῦς εἷς τὸν θαλάττιον.

ΙΕʹ. Πλὴν Ἰωάννης βαπτίζει, πρόσεισιν Ἰησοῦς· ἁγιάσων τυχὸν μὲν καὶ τὸν βαπτιστήν· τὸ δὲ πρόδη λον, πάντα τὸν παλαιὸν Ἀδὰμ, ἵν' ἐνθάψῃ τῷ ὕδατι· πρὸ δὲ τούτων καὶ διὰ τούτους, τὸν Ἰορδάνην· ὥσπερ ἦν πνεῦμα καὶ σὰρξ, οὕτω Πνεύματι τελειῶν καὶ ὕδατι. Οὐ δέχεται ὁ Βαπτιστής· ὁ Ἰησοῦς ἀγω νίζεται· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, ὁ λύχνος τῷ Ἡλίῳ φησὶν, ἡ φωνὴ τῷ Λόγῳ, ὁ φί λος τῷ Νυμφίῳ, ὁ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαν τας, τῷ Πρωτοτόκῳ πάσης κτίσεως, ὁ προσκιρτήσας ἀπὸ γαστρὸς, τῷ ἐν γαστρὶ προσκυνηθέντι, ὁ προ δραμὼν καὶ προδραμούμενος, τῷ φανέντι καὶ φανησομένῳ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· πρόσθες καὶ τὸ, ὑπὲρ σοῦ. Ἤδει γὰρ τῷ μαρτυ ρίῳ βαπτισθησόμενος· ἢ, ὡς Πέτρος, μὴ τοὺς πό δας μόνον καθαρθησόμενος. Καὶ σὺ ἔρχῃ πρὸς μέ; Καὶ τοῦτο προφητικόν. Ἤδει γὰρ ὡς μετὰ Ἡρώδην, Πιλᾶτον μανησόμενον, οὕτως αὐτῷ