1

 2

 3

 4

 5

 6

 7

 8

5

δίκαιοι ἐναγώνιοι, τίς ποτε ἄρα περὶ αὐτῶν ἡ ψῆφος ἐξενεχθήσεται. καὶ Ἀβραὰμ ἀγωνιάσει τότε, οὐχ ἵνα καταδικασθῇ εἰς γέενναν, ἀλλ' ἐν ποίᾳ τάξει τῶν δικαίων ταχθήσεται· πρώτῃ ἢ δευτέρᾳ ἢ τρίτῃ. κύριος ἐξ οὐρανῶν καὶ οἱ οὐρανοὶ ῥήγνυνται, δύναμις ἀποκαλύπτεται, 59 πᾶσα ἡ κτίσις ἔντρομος. τίς ἄφοβος; οὐδὲ ἄγγελοι. παρίσταν ται καὶ αὐτοὶ λόγον τῷ θεῷ δοῦναι. ἀλλ' ὁμῶς ἡ ἔνδοξος ἐπιφάνεια πᾶσιν ἐμβάλλει τρόμον. οὐκ ἀκούεις τοῦ Ἡσαΐου λέγοντος· Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη; ἐκείνην λέγει τὴν ἡμέραν ἐν ᾗ ὑποπτήσσει τὰ ὄρη, ἐν ᾗ θάλασσα πέπηγεν, ἐν ᾗ ἡ κτίσις σχολάσει, ἡ φύσις νεκροῦται, πᾶσα μέθοδος διαλόγων ἀργεῖ πρὸς τὴν ἐξ οὐρανῶν ἐπιδημίαν. τότε ἁρπάζονται οἱ δίκαιοι, τότε ὄχημα τῶν δικαίων νεφέλαι, τότε πομποὶ τῶν δικαίων ἄγγελοι, τότε δίκαιοι μὲν ὡς ἀστέρες ἀπὸ γῆς εἰς οὐρανὸν ἀναλαμβανόμενοι· οἱ δὲ ἁμαρτωλοὶ δέσμιοι, τῷ ἰδίῳ βάρει τῶν ἁμαρτημάτων πεπεδημένοι, κάτω πεσοῦνται δυσσυνείδητοι. ἐκείνη ἡ ἑβδόμη τοίνυν ὑπὸ ταύτης τῆς ἑβδόμης διασχηματίζεται. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων. οὐκέτι τὰ τοῦ βίου τούτου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ἐκοιμήθησαν ἐπιθυμίαι νεωτερικαί· οὐκέτι περὶ γάμου πρόθεσις, ἐπιθυμία παιδο 60 ποιΐας οὐκέτι, οὐ περὶ χρυσοῦ φροντὶς οὐδεμία. ἐπελάθου, ὁ φιλάργυρος, τοῦ βαλλαντίου, ἐπελάθου τῆς γῆς, ὁ πολυκτήμων, ἐπελάθου δόξης, ὁ δοξομανής· πάντα ἐκεῖνα ἐξέπτη τῆς διανοίας. ἡ δὲ ψυχὴ πρὸς τῷ φοβοῦντί ἐστι, πρὸς τῇ προσ δοκίᾳ τῶν ἐπηρτημένων δεινῶν. φόβος γὰρ ἐξωθεῖ πᾶσαν τὴν ἐμπολιτευομένην ταῖς ψυχαῖς ἡμῶν ἐμπαθῆ διάνοιαν. ὅπου φόβος θεοῦ, πάντα ἐξελήλαται τὰ τοῦ πάθους σπιλώματα ἐκ τῆς διανοίας ἡμῶν. αὕτη ἡ ἑβδόμη ἐκείνης τῆς ἑβδόμης τύπος. Ἔλαβεν οὖν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ ἐτελέσθη ἡ κοσμογένεια, οὐ διεκόπη ἡ ἀκολουθία, ἵνα τὸ ἡμέτερον παρεισαχθῇ διήγημα, ἀλλ' ἐλέχθη· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, καί· Κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων· καὶ ἐπειδὴ σχολὴν ἤγαγε, διδάσκει ἡμᾶς πῶς ἐποίησεν· Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς. ὅταν ἀκούσῃς χοῦν, παιδεύου ἀφοβίαν ἀνθρώπων· Μὴ λάβῃς 61 πρόσωπον. μὴ φρόνει ἐπὶ σεαυτῷ μέγα. ὅταν ἔλθωσί σοι λογισμοί, οἴδημα τῆς καρδίας, φλεγμονὴν ἐμποιοῦντες, εἰσελθέτω σοι ἡ ὑπόμνησις τῆς κτίσεως, πῶς ἐκτίσθης· Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. πότε δύνασαι ἐπιλαθέσθαι σεαυτοῦ; τότε ἐπιλαθοῦ σεαυτοῦ, ὅταν ἀναχωρήσῃς τῆς γῆς. εἰ δὲ οὐδέποτε χωρίζῃ τῆς γῆς, ἀλλὰ συμπεφυκὼς εἶ τῇ γῇ, βαδίζεις ἐπὶ τῆς γῆς, ἐπαναπαύῃ ἐπὶ τῆς γῆς, δικάζῃ ἐπὶ τῆς γῆς, πᾶν ὅπερ ἂν ποιῇς εἴτε μέγα εἴτε μικρὸν ἐπὶ τῆς γῆς, ἐγγὺς ἔχεις τὸ ὑπόμνημα τῆς σεαυτοῦ ταπεινώσεως. ὑβρίσθης καὶ θυμώδης εἶ; πόθεν σοι ὁ θυμός; ἐκ τῆς ἀδοξίας. οὐ κατεδέξω ἀκοῦσαι δυσγενής; εὐθὺς ἐπέζεσέ σοι ὁ θυμός; φιλονεικεῖς εἰπεῖν τι χεῖρον ὧν ἤκουσας; κάτω τὸ βλέμμα, καὶ πέπαυται ὁ θυμός. ἰδὲ τὴν γῆν καὶ ἐνθυμήθητι· δυσγενῆ με εἶπε τὸν ἀπὸ γῆς γενόμενον; ἔλαττον εἶπεν οὗ εἰμὶ ἐγώ· οὐ γὰρ εἶπεν ἐκ τῆς γῆς ἀλλ' ἀπὸ ἀνθρώπου. πόσῳ δὲ τιμιώτερον ἔμψυχος 62 ἄνθρωπος γῆς πατουμένης. ἐγὼ δὲ τὴν ἀρχαίαν βλέπω μητέρα, τὴν γῆν ὥστε οὐχ ὕβρις τὸ ἀπὸ δούλου γενέσθαι, ἀλλὰ τιμὴ τὸ ἔμψυχον γεννηθῆναι. ὁ δὲ νομίζων με ὑβρίζειν ἔλαθεν ὃ ὕβρισε πλέον τιμήσας· ἐγὼ γὰρ τῆς ἐμαυτοῦ φύσεως τὴν σύνεσιν ἔχω· οἶδα τίς εἰμι καὶ πόθεν εἰμί. οὕτω τὸ ἀπὸ γῆς μεμνῆσθαι ἡμᾶς γεγενῆσθαι οὐδέποτε συγχωρεῖ τὸν θυμὸν ἐπαγρυπνεῖν. σύμμαχος ἔστω τῷ λογισμῷ ἡ γῆ ἀεὶ παροῦσα καὶ ὑπομιμνήσκουσα. ὅταν ἐπ' ἐπιθυμίας τρέχῃς, ἐνθυμήθητι πῶς ἀπέρχῃ. ἐὰν ἐνθυμηθῇς ὅτι λυθήσῃ εἰς γῆν, πέπαυται ἡ μανία τῆς ἐπιθυμίας· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. μνήσθητι ὅτι μετ' ὀλίγον ταῦτα τὰ νῦν σφύζοντα μέλη ἢ ἡ νῦν αὕτη τῆς σαρκὸς ἐπιθυμία μετ' ὀλίγον οὐκ ἔσται τῶν μελῶν διαλυθέντων καὶ εἰς γῆν ἀναλυθέντων. μνήσθητι τῆς φύσεως, καὶ λέλυται πᾶσα ὁρμὴ ἡ ἐπὶ τὸ πονηρόν. τοῦτο ἐπὶ πάσης ἁμαρτίας φυλακτήριον ἡμῖν ἔστω τὸ ὑπόμνημα.