5
ἐπαιδαγώγει τῷ λόγῳ, τοῖς παρ' 28 αὐτῶν ἐκείνων πιστευομένοις εἰς ἀπόδειξιν τοῦ πεπλανῆσθαι αὐτοὺς περὶ τῶν δογμάτων συγχρώμενος.
Ἀβραὰμ τῷ λόγῳ παράγεται καὶ ἡ κατ' αὐτὸν ἱστορία πᾶσα δι' ὀλίγων ὑπ' ὄψιν ἄγεται, εἶτα ἡ τῶν ἐφεξῆς ἁγίων διαδοχή. Μωυσῆς ἐπὶ τούτοις τικτόμενος, ἀνατρεφόμενος, παιδευόμενος, ἐπὶ τοῦ ὄρους μυσταγωγούμενος, μαστίζων τὴν Αἴγυπτον, τὸ Ἰσραη λιτικὸν διασώζων, τὸ κατὰ τὸν κύριον προμηνύων μυστήριον. ὃ καὶ μάλιστα συγκινεῖ τὸ συνέδριον καὶ ἀναθερμαίνει τὴν νόσον, ὅτι καὶ Μωυσῆς, οὗ δὴ προσεποιοῦντο ὑπερσπουδάζειν, συνήγορος ἐπεδείχθη τοῦ δόγματος. ἐφ' ᾧ καὶ διαναστάντες τὸ πέρας ἐπάγουσιν ἄξιον καὶ τῆς ἰδίας πικρίας καὶ τῆς τοῦ Στεφάνου ἐπιθυμίας. ὁ μὲν γὰρ ἐκβὰς τὴν φύσιν καὶ πρὶν ἐκβῆναι τοῦ σώματος βλέπει τοῖς καθαροῖς ὀφθαλμοῖς οὐρα νίας αὐτῷ πύλας διισταμένας καὶ τὸ ἐντὸς τῶν ἀδύτων δια φαινόμενον, αὐτήν τε τὴν θείαν δόξαν καὶ τὸ τῆς δόξης ἀπαύ γασμα· καὶ τῆς μὲν πατρικῆς δόξης οὐδεὶς ὑπογράφεται χαρακτὴρ διὰ τοῦ λόγου, τὸ δὲ ἀπαύγασμα ἐν τῷ ὀφθέντι τοῖς ἀνθρώποις εἴδει τῷ ἀθλητῇ καθορᾶται, ὡς ἦν χωρητὸν τῇ ἀνθρωπίνῃ φύσει, οὕτω φαινόμενον. ὁ μὲν οὖν ἔξω γεγονὼς τῆς ἀνθρωπίνης φύσεως καὶ πρὸς τὴν ἀγγελικὴν μεταποιη θεὶς χάριν, ὡς καὶ αὐτοῖς εἶναι τοῖς μιαιφόνοις ἐν θαύματι, πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν τοῦ περὶ τὸ πρόσωπον εἴδους 30 ἀλλοιωθέντος, καὶ εἶδε τὰ ἀθέατα καὶ τὴν ὀφθεῖσαν αὐτῷ χάριν ἐβόησεν. οἱ δὲ συνεῖχον τὰ ὦτα καὶ τὸ διήγημα τῆς ὀπτασίας οὐ παρεδέχοντο, καλῶς τοῦτο γοῦν ἐν πᾶσι ποιή σαντες· οὐδὲ γὰρ ἦν ἀξία βεβήλων ἀκοὴ θείας ἐμφανείας διηγήματα δέξασθαι. ἐκεῖνος μὲν οὖν ἐκοινώνει τοῖς παροῦσι τῆς χάριτος, εἰς τὸ κοινὸν ἐκεῖνα προτιθεὶς τῷ διηγήματι, ὧν κατὰ μόνας ἠξίωτο, θεωρῶ, λέγων, τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. οἱ δὲ κράξαντες φωνῇ μεγάλῃ καὶ συσχόντες τὰ ὦτα αὐτῶν ὥρμη σαν ἐπ' αὐτὸν ὁμοθυμαδόν. καλῶς προσέθηκεν ἡ περὶ αὐτὸν ἱστορία τὴν κραυγὴν τοῖς ἔργοις, ἵνα δείξῃ τὴν τῆς προαι ρέσεως αὐτῶν πρὸς τοὺς Σοδομίτας συγγένειαν. καὶ γὰρ καὶ τὸ ἐκείνων ἀνόμημα κραυγὴ παρὰ τοῦ κρίνοντος ὠνομάσθη. κραυγὴ γάρ, φησί, Σοδόμων καὶ Γομόρρας ἀνῆλθε πρός με. ἔκραξαν τοίνυν καὶ οὗτοι, ἵνα ἀκουσθῇ αὐτῶν ἡ ἐπὶ Στεφάνῳ κραυγή. Οὐ μὴν ἠγνόει ὁ ἀθλητὴς διὰ τῆς πικρίας τῶν μιαιφο νούντων εὐεργετούμενος. τῷ γὰρ περὶ αὐτὸν τῶν καταλευ όντων κύκλῳ στεφανωθεὶς οὕτως ἐδέξατο τὸ γινόμενον ὡς στέφανον νικητήριον ἐν ταῖς χερσὶ τῶν ἐναντίων πλεκόμενον. 32 διὸ καὶ εὐλογίᾳ τοὺς μιαιφόνους ἀμύνεται, οὐκ ἀξιῶν πρὸς τὰς ἐναντίας ἐκβάσεις τὴν ἐπ' αὐτῷ πρᾶξιν καταμερίζεσθαι, ὡς ἐκείνῳ μὲν τὴν ζωήν, τοῖς δὲ ἀντικειμένοις φέρειν τὸν ὄλεθρον, ἀλλ' ὧν αὐτὸς ἠξίωτο καὶ τοὺς πολεμίους ὡς ἀγαθῶν αὐτῷ συναιτίους μὴ ἐκπεσεῖν. οὕτως οἶδεν ὁ Χριστὸν βλέπων τοῖς πολεμοῦσι προσφέρεσθαι. ἐπειδὴ γὰρ εἶδε τὸν νομοθέτην τῆς μακροθυμίας, ὑπεμνήσθη τῶν νόμων τῶν ἀγαπᾶν τοὺς ἐχθροὺς κελευόντων καὶ καλῶς ποιεῖν τοῖς μισοῦσι καὶ ὑπὲρ τῶν πολεμούντων προσεύχεσθαι. ἀλλ' ὁ μὲν ἀθλητὴς οὐκ ἐξ ἀνθρωπίνων ἐπαίνων δοξάζεται. οὐδὲ γὰρ ὁ σκοπὸς αὐτῷ τῆς ἀθλήσεως πρὸς τὴν ἐξ ἀνθρώπων ἔβλεπε δόξαν, ἀλλ' ὑπερβὰς πάντα τὸν κόσμον τῇ μεγαλοφυίᾳ τοῦ κατορθώ ματος καὶ τὰ μέτρα τῆς ἀνθρωπίνης δυνάμεως συμπαρέ δραμε, πᾶσαν ἐγκωμιαστικὴν δύναμιν κατόπιν ἑαυτοῦ ῥίψας. Οὐκοῦν ὁ μὲν ἐχέτω κατὰ παντὸς ἀνθρωπίνου λόγου τὰ νικητήρια, ἡμῖν δὲ συναγωνιζέσθω τῇ καθ' ἑαυτὸν ἱστορίᾳ πρὸς τὴν τῶν ψυχῶν σωτηρίαν. καθάπερ γὰρ ἐν τοῖς σωματι κοῖς ἀθληταῖς οἱ τῶν ἀγώνων παυσάμενοι παιδοτριβοῦσι τοὺς νέους ταῖς ἀθλητικαῖς γυμνασίαις, διά τινος τεχνικῆς εὐστρο φίας ἐκδύνειν τὰς λαβὰς τῶν ἀντιπαλαιόντων διδάσκοντες, οὕτως οἶμαι δεῖν καὶ ἡμᾶς διὰ τοῦ μεγάλου Στεφάνου παιδο τριβηθῆναι πρὸς τὴν εὐσέβειαν, ὡς ἂν δι' αὐτοῦ φύγοιμεν τὰς τῶν Πνευματομαχούντων λαβάς. φασὶ γὰρ οἱ λυσσῶντες κατὰ τῆς δόξης τοῦ πνεύματος, συνήγορον εἶναι τῆς ἐκείνων 34 ἀτοπίας τὸν Στέφανον, ὃς ἐνατενίσας τῷ οὐρανῷ