1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

δὲ ὡς βέβαια καὶ ὁμολογούμενα οἱ ἀσεβεῖς εἴχασι, καὶ διὰ τοῦτο τὸν Θεὸν ἡμῶν ὀνείδιζον ἀσεβῶς ταῦτα.

13. Ὡς δὴ ἔφθασεν ἡ τελεία ἡμέρα τοῦ πολέμου τῶν Τούρκων, ὁποίαν παρ' ἐκείνοις ὁ μέγας προεθέσπισε Μηρσαΐτης ὁ προφήτης ἐκείνων, εἶπε πρὸς τὸν στρατάρχην καὶ δεσπότην τῶν Μουσουλμάνων· «Μὴ βράδυνε ἐπὶ πλέον, ἀλλὰ ταχέως τὰς τάξεις τάξον καθοπλισθῆναι, καὶ πᾶν μηχανικώτατον καὶ πολεμικώτατον ἔργον ἔχοντες ἐξ ἑτοίμου, καὶ σὺν τούτοις γενέσθω τῆς πόλεώς τε πλησίον ὅσον τόξου βολὴν εἰς τὸ κάστρον. Καὶ σύνθημα» εἶπε «προστάσσω τοιόνδε. Ὅταν ἐφ' ἵππου ὑψηλοῦ με καθήμενον θεωρήσητε καὶ ἐν δεξιᾷ τῇ χειρί μου σπάθην γεγυμνωμένην θεάσητε καὶ τρὶς τῆς φωνῆς μου ἀκούσητε, μετὰ βοῆς καὶ κραυγῆς καὶ ὁρμῆς καὶ κρότων καὶ ὀργάνων κατὰ τῶν Ῥωμαίων εἰσβάλετε. Καὶ αὐτο μάτως πεσοῦνται τὰ τείχη τῆς πόλεως, καὶ ἀκωλύτως γένεσθε ἐντὸς καὶ ταύτην αἰχμαλωτίσατε». Καὶ ταύτας μὲν τὰς ληρολογίας ὁ Μηρσαΐτης ὡς βεβαίας ὁμολογῶν τοῖς Μουσουλμάνοις δημηγορῶν ἔλεγεν, ὡς ἔχων τὰς προφητείας ἐκ τοῦ Μωάμεθ καὶ Ῥασοὺλ Μαχουμέτη τὰς βίβλους. Καὶ αὐτὸς μὲν εἶπε ταῦτα· ὁ δὲ στρατάρχης καὶ δεσπότης τῶν Τούρκων τὸ κελευσθὲν ἐκπληρώσας καὶ προστάξας τὰς τάξεις ἁπάσας καθοπλισθῆναι, καὶ πᾶσαν τὴν παρασκευὴν τοῦ πολέμου φέροντες ἀνὰ χεῖρας, εὐθὺς τὰ πλήθη τῶν Μουσουλμάνων καὶ τὰ στρατεύματα πάντα τὸ προσταχθὲν ἐκπληροῦσι, καὶ μὲ ὅπλα παντοῖα καὶ παρασκευὰς τὰς μεγίστας καὶ τὰ μηχανικώτατα ἔργα ἐσπάραξαν κατὰ τάξιν. Καὶ οἱ μὲν σκάλας ἔφερον, καὶ σκάλας παντοίας, μικρὰς καὶ μεγάλας, ἄλλοι δὲ τζόκους, καὶ ἕτεροι συστάς, καὶ ἄλλοι πῦρ μετὰ μαζαλάδων, ἕτεροι δὲ σκλώπους, ἄλλοι δὲ σιδηρᾶ μάχιμα ὅπλα δρεπανηφόρα μετὰ κονταρίων μακρέων τὰ ἐπονομαζόμενα φάλκας, ἕτεροι δὲ σκουτάρια στερεὰ καὶ μεγάλα, καὶ τὰ πάντα μετὰ σιδήρων, καὶ πλοκοτὰς δὲ ἄλλοι, καὶ παβέζια ἄλλοι, ἄλλοι δὲ ἀγγύρας σιδηρέας, καὶ ἄλλο πᾶν πολεμικὸν ἔργον ἔφερον ἀνὰ χεῖρας. Καὶ κατάφρακτοι πάντες μετὰ ἰσχυρᾶς καὶ σιδηρᾶς πανοπλίας καὶ περικεφαλαίας μεγίστους. Καὶ τοσοῦτον ὑπῆρχε τῆς στρατιᾶς ἐκείνης τὸ πλῆθος ὅτι ἀπὸ τὸ ἓν ἄκρον τῆς πόλεως τῆς Χρυσίας ἄχρι καὶ τὸ ἕτερον τὸ ἄκρον τῆς Ξυλοπόρτης ἐκράτει.

15. Οἱ δὲ στρατηγοὶ τοῦ φωσάτου τὰς συντάξεις τῶν Τούρκων ἔστησαν κατὰ τάξιν πλησίον τοῦ κάστρου, ὡς ἐθέσπισεν ὁ ψευδοπροφήτης. Τοὺς δὲ τοξότας ἐκείνους τοὺς ἀναριθμήτους τῶν Τούρκων ἐκέλευσαν πάντας ὁμοῦ τοξεύειν ἐπάνω τοῦ κάστρου καὶ τῶν προμαχιονίων, ὡς ἵνα λαβώσουν καὶ φονεύσουν τινὰς τῶν Ῥωμαίων, καὶ φοβηθῶσιν οἱ ἄλλοι καὶ φύγωσιν ἐκ τοῦ τείχους, καὶ ἀπὸ τούτου ἄδειαν εὕρουν καὶ ἀναβῶσιν οἱ Μουσουλμάνοι ἐπάνω ἀνεμποδίστως, καὶ κρατήσουν τὴν πόλιν. Ὁ δὲ λαὸς τῶν Ῥωμαίων ὁρῶν τὰ πολεμικὰ καὶ μάχιμα ἔργα τῶν Τούρκων, καὶ τὴν πλησμονὴν τοῦ φωσάτου γενεῶν τῶν ἀπείρων, καὶ τὴν ὁρμὴν τῶν Ταρτάρων καὶ τῶν Μουσουλμάνων τὴν τόλμην, καὶ τὰ πρὸ ὀλίγου πραχθέντα, ὅτι ἐντὸς εἰς τὰς σούδας ἀπέκτειναν οἱ Τοῦρκοι Ῥωμαίους καὶ ἄλλους ἔμπροσθεν εἰς τὰς πόρτας, ἐδειλίασαν μέγα, καὶ σχεδὸν πρὸς φυγὴν οἱ πλείονες ἐθεώρουν. Ὢ ὥρας τῆς πικροτάτης ἐκείνης, ὢ λύπης τῆς ἀφορήτου, ὢ ἀπελπισίας μεγίστης.

16. Τίς οὐκ ἔφριξε τὴν ἡμέραν ἐκείνην; τίς οὐκ ἐτρόμαξε τὴν ὥραν ταύτην ὁρῶν τοὺς Ῥωμαίους εἰς τοσαύτην δειλίαν καὶ τοὺς Μουσουλμάνους εἰς θράσος τοσοῦτον; Καὶ τίς τῶν ἀκαταπλήκτων τότε οὐ κατεπλήγη καὶ τῶν ἀνδρείων οὐκ ἐφοβήθη, οὐχὶ τὸν θάνατον, οὐχὶ τὸν θάνατον λέγω, φυσικὸς γὰρ ὑπάρχει, ἀλλὰ τῆς μεγαλοπόλεως ταύτης τὴν ἅλωσιν καὶ τὴν αἰχμαλω σίαν τοῦ γένους, τῶν γυναικῶν τὰς ἀτιμίας, τῶν σωφρόνων τὰς αἰσχρουργίας, τὴν περιτομὴν τῶν βρεφῶν, τῶν ναῶν τὴν ἀπώλειαν, τῶν ἁγίων εἰκόνων τοὺς ἐμπαιγμούς, τοῦ μεγίστου Θεοῦ τὴν σοφίαν ὑμνητήριον τοῦ Μωάμεθ καὶ κατοικητήριον τῶν δαιμόνων καὶ μασγήδιον ἀποκαταστῆσαι τοῦ Ῥασοὺλ καὶ Μωάμεθ. Τὸ δὲ χεῖρον καὶ βλαβερὸν καὶ