1

 2

 3

 4

 5

 6

 7

5

πῶς ἰατροῦ μείζων, ἀντὶ τῆς φύσεως τοῖς πεπηρωμένοις ἐγίνετο; καὶ ἅπερ οὐκ ἴσχυσαν ἰατροὶ τῇ τέχνῃ διορθῶσαι, ταῦτα αὐτὸς ἀνεκτᾶτο τῇ παρακλήσει, διὰ τὴν πολλὴν εἰς αὐτοὺς πρόνοιαν ἀντὶ τῶν μελῶν αὐτοῖς γινόμενος. Ὥσπερ γὰρ ὑγιεῖς καὶ ἀρτίποδες καὶ βλέποντες, οὕτω διέκειντο οἱ τὰ μέλη ταῦτα κεκολοβωμένοι, οὐκ αἰσθανόμενοι τῆς χωλείας οὐδὲ τῆς πηρώσεως διὰ τὴν πολλὴν τούτου πρόνοιαν. ∆ιὰ δὴ τοῦτο οὐδὲ εἶπεν, ὅτι Ἐγὼ παρεμυθούμην χωλοὺς καὶ τυφλοὺς, ἀλλὰ, Ποῦς αὐτῶν ἤμην καὶ ὀφθαλμός· καὶ πάλιν, Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Οὐδὲ ἐνταῦθα εἶπεν, Παρεμυθούμην ὀρφανοὺς, ἀλλὰ, Πατὴρ ἤμην αὐτῶν· δηλῶν διὰ τούτου, ὅτι οὐδὲ αἴσθησιν ἠφίει γίνεσθαι τῆς ὀρφανίας, οὐδὲ φανῆναι τὸ δεινὸν συνεχώρει· καθάπερ ἐκεῖ τὴν πήρωσιν τῇ περιουσίᾳ τῆς προνοίας τῶν τὰ τοιαῦτα πεπονθότων, καὶ αὐτὴν τῶν δεινῶν ἀναιρῶν τὴν αἴσθησιν. Οὐ σώματα δὲ μόνον ἐθεράπευε κεκολοβωμένα, οὐδὲ ὀρφανίας διώρθου, τοῖς μὲν ἀντὶ μελῶν, τοῖς δὲ ἀντὶ γονέων γινόμενος, ἀλλὰ καὶ δικαστὴς αὐτοχειροτόνητος καθίστατο· μᾶλλον δὲ καὶ δικαστοῦ πλέον· ∆ίκην γὰρ, φησὶν, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ συνέτριψα μύλας ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα. Τοῦτο δικαστοῦ πολὺ πλέον. Οἱ μὲν γὰρ δικάζοντες κάθηνται ἀναμένοντες τοὺς ἠδικημένους, καὶ μετὰ τὴν ἐκείνων ἔντευξιν, τότε τὴν παρ' ἑαυτῶν παρέχουσι συμμαχίαν οἱ δοκιμώτατοι τῶν δικαζόντων· ὡς οἵ γε πολλοὶ οὐδὲ τοῦτο· οὗτος δὲ καὶ τοὺς δοκιμωτάτους ἐνίκησε, καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν. Οὐδὲ γὰρ ἀνέμενε τοὺς ἀδικουμένους ἐλθεῖν πρὸς αὐτὸν, οὐδὲ μετὰ τὴν ἐκείνων ἔντευξιν ἐπῄει τῇ συμμαχίᾳ, ἀλλὰ αὐτὸς προλαμβάνων περιῄει ζητῶν τοὺς ἠδικημένους, καὶ οὐδὲ ἁπλῶς ζητῶν, ἀλλὰ μετὰ πολλῆς τῆς ἀγρυπνίας, μετὰ πολλῆς τῆς φροντίδος. Καὶ τοῦτο εἴσῃ σαφῶς, τῆς λέξεως καταμαθὼν τὴν δύναμιν· οὐ γὰρ εἶπεν, Ἐζήτησα, ἀλλὰ, ∆ίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα· τουτέστι, ἠρεύνησα, περιειργασάμην πολυπραγμονῶν, διετέλεσα 63.483 πάντα κινῶν, ὥστε εὑρεῖν μή πού τις ἠδικημένος λανθάνῃ. Εἶδες τὴν ἄγρυπνον ψυχήν; ὅρα καὶ τὴν ἀνδρείαν καὶ τὴν σπουδήν· Καὶ συνέτριψα μύλας ἀδίκων. Τὸ δηκτικὸν αὐτὸ, τὴν δυναστείαν κατέλυσα, φησὶν, ὥστε λοιπὸν καὶ εἰς ἑτέραν ἀδικίαν ἀχρήστους γενέσθαι. Ἀμφοτέρους τοίνυν ὠφέλει, τοὺς μὲν τοῦ παθεῖν κακῶς, τοὺς δὲ τοῦ ποιεῖν κακῶς ἀπαλλάττων καὶ σωφρονεστέρους ποιῶν. Εἶτα τὴν εὐτονίαν καὶ τὴν καρτερίαν· Καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα. Οὐ γὰρ ἀπεγίνωσκον οὐδὲ ἀπηγόρευον, εἰ καὶ τὸ πρᾶγμα προκατειλημμένον ἦν, ἀλλ' ἤδη καὶ τὸ καταποθὲν ἀνιμώμην, ποιμένος ἀρίστου τινὸς καὶ νήφοντος πρόνοιαν περὶ τοὺς συνδούλους ἐπιδεικνύμενος. Τί δὲ ἡ ταπεινοφροσύνη; ἐννόησον γὰρ καὶ ἡλίκη· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με. Τί γὰρ ποιήσω, ἐὰν ἐπισκοπήν μου ποιήσηται ὁ Κύριος; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν γαστρὶ, κἀκεῖνοι γεγόνασιν; Εἶδες συντετριμμένην διάνοιαν καὶ τῶν ἀνθρώπων τὴν φύσιν ἐπισκεπτομένην μετὰ ἀκριβείας καὶ εἰδυῖαν τί δοῦλος, τί ἐλεύθερος, τοῦτο τὸ ὑπὸ πολλῶν περιφερόμενον; Ταύτην γοῦν ἐκβαλὼν τὴν ἀνωμαλίαν, ἀπὸ τῆς ὁμοτιμίας τῆς κατὰ τὴν γέννησιν τὸν περὶ τῆς φιλοσοφίας εἰσάγει λόγον. Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ, ὅτι ταῦτα ποιῶν, οὐδὲ ταπεινοφρονεῖν ἐνόμιζεν, ἀλλ' ὀφειλὴν πληροῦν. ∆ιὸ καὶ λογισμὸν ἔθηκε τὸν ἅπαντας ἀνθρώπους πείθοντα, μηδὲν πλέον φρονεῖν τῶν οἰκετῶν, κἂν μυριάκις ὦσι δεσπόται. Τὰ γὰρ ὀνόματα ταῦτα, ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ὀνόματα μέν ἐστι μόνον ψιλὰ, πραγμάτων ἔρημα· ἡ δὲ δουλεία ἐν ἁμαρτίᾳ, καὶ ἡ ἐλευθερία ἐν δικαιοσύνῃ ὁρίζεται. Ἄρ' οὖν ταπεινὸς μὲν οὕτως, οὐχὶ δὲ ποθεινὸς καὶ ἐπέραστος; Ναὶ ἐπέραστος· καὶ σκόπει κἀνταῦθα τὴν ὑπερβολήν. Ὥσπερ γὰρ ἐν τοῖς δεινοῖς μετὰ πάσης σφοδρότητος τὰ ἐπενεχθέντα ἤνεγκεν, οὕτω καὶ ἐν τῇ εὐημερίᾳ τὴν ἀρετὴν ἑκάστην μετὰ πολλῆς κατώρθωσε τῆς περιουσίας, οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πρὸς αὐτὸ τὸ ἄκρον ἀφικόμενος. Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· Τίς ἂν δῴη ἡμῖν τῶν