5
τέκνον μου φονεύεις; μετὰ ἰδίων λιμώξω, καὶ μὴ μετὰ ξένων πλουτήσω. Τί ἐμοὶ καὶ σοὶ, ὦ ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου. Σὺ τὸν υἱόν μου ἐθανάτωσας, σκληρός μοί τις φαίνῃ· οὐκ ἔστιν ἡ εἴσοδός σου εἰθεῖα; Τί διαπράξω, ἀπάγγειλόν μοι. Μὴ ἔφυγες τὸν Θεόν σου; μὴ τὰ τοῦ Ἰωνᾶ διεπράξω πράγματα. Τραχύς τίς μοι φαίνῃ. Πῦρ πνέεις, φόνον ὀρέγῃ, ἀβροχίαν βαστάζεις, πεντηκοντάρχας κατακαίεις· ἐγνώσθη μοι γὰρ οὖν τὰ κατὰ σέ. Οὐκ ἀρκεῖ σοι ὅτι τοὺς ὁμοφύλους σου ἔπνιξας, ἀλλὰ καὶ ὧδε παραγέγονας τὰ ὅμοια διαπράξασθαι; Πολλοὺς ἔπαιξας, ἐμὲ δὲ οὐ παίξεις· δός μοι τὸν υἱόν μου. Τί οὖν ὁ Ἠλίας; Συνεκάμφθη εὐθέως· ἔγνω γὰρ τοῦ Κυρίου τὸ σφύγμα. ∆ιὸ μέγα στενάξας ὡς ἡττηθεὶς, ἐβόησε λέγων· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ' ἧς ἐγὼ οἰκῶ μετ' αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανα 61.706 τῶσαι τὸν υἱὸν αὐτῆς· σὸν τὸ ἔργον· ἐπέγνω γὰρ, ∆έσποτα. Ἰδοὺ ὑπὸ χήρας βιάζομαι· ἀεὶ γὰρ σκληροτάταις γυναιξὶ παραπέμπεις με. Τὴν Ἰεζάβελ ἔφυγα, καὶ εἰς ταύτην περιέπεσα. Πολλοὺς πειρασμοὺς ὑπέμεινα, ταύτης δὲ τὴν γλῶτταν βαστάσαι οὐ δύναμαι. Σὺ εἶ ὁ εἰρηκώς μοι, ∆έσποτα· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ. Καὶ ἰδοὺ διαστρέφει· οὐ γὰρ διατρέφει. Ὡς φονεὺς κατέχομαι· καὶ καλῶς κατέχομαι· ἀνθηρὸς γὰρ ἦν ὁ παῖς ἐν τῇ εἰσόδῳ μου· πῶς οὖν ἀθρόυς θανάτῳ παρεδόθη, οὐκ οἶδα.
Λύτρωσαί με, Κύριε, τῆς ὀχλήσεως ταύτης· θέατρόν μοι περιέστησεν, αἰσχύνην μοι περιέθηκε, θλίψιν μοι πολλὴν ἐπήγαγε. ∆ὸς τὴν ψυχὴν, καὶ παρέχω τὴν βροχήν· πληροφόρησον τὴν χήραν, καὶ ἀρδεύω τὴν χώραν· δὸς τοῦ παιδὸς τὴν παλαιβίωσιν, καὶ κινῶ τὴν γλῶτταν πρὸς ὀμβροδοσίαν. Ταῦτα μέντοι διὰ τὴν προῤῥηθεῖσαν τοῦ Λαζάρου νεκρεγερσίαν, καὶ τὴν τῶν Ἰουδαίων ἀντιλογίαν, ὅτι ἄλλως ∆εσπότης αὐθεντεῖ, καὶ ἄλλως δοῦλος ἐγείρει. Ἠλίας ἤγειρε νεκρὸν, ἀλλ' ὅμως οὐκ ηὐθέντησεν· ὠδυνήθη γὰρ πολλὰ καὶ ἐθλίβη καὶ στενώσει περιέπεσε. ∆ιὸ ἐβόησεν ἐν προσευχῇ λέγων· Οἴμοι! Ὅπου δὲ τὸ, οἴμοι· ἐκεῖ ὀδύνη ψυχῆς. Οὕτω γὰρ καὶ ἀλλαχοῦ εὑρήσεις τὸν προφήτην ὀδυρόμενον καὶ λέγοντα· Οἴμοι! ὅτι κατελείφθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ· καὶ πάλιν ἕτερος προφήτης, Οἴμοι, οἴμοι εἰς ἡμέραν! ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ αὐτὴ ὡς ταλαιπωρία· καὶ πάλιν ἄλλος, Οἴμοι! ὅτι ἀπόλωλεν ἀπὸ τῆς γῆς. Πανταχοῦ ὀδύνη τὸ Οἴμοι. Οὕτω καὶ Ἠλίας ἐνταῦθα· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίτον. Ὅρα οὖν ἐνταῦθα, πῶς ἐν τῷ νόμῳ τῆς χάριτος τὸ μυστήριον εἰκονογραφεῖται. Τὸ γὰρ, Ἐνεφύσησε τρίτον, τῆς ἀδιαιρέτου Τριάδος τὴν εἴσοδον παριστᾷ. Καὶ ἐπεκαλέσατο τὸν Θεὸν, καὶ εἶπεν· Ἐπιστραφήτω δὴ, Κύριε, ἡ ψυχὴ τοῦ παιδαρίου εἰς αὐτόν. Καὶ ἐγένετο οὕτω.
Τί λέγεις, ὦ Ἰουδαῖε; μήτι τοιοῦτον ὁ Κύριος, οἷον Ἠλίας; μήτι τοιοῦτον Ἠλίας, οἷον ὁ Κύριος; μὴ ἔκλινεν ὁ Κύριος γόνυ; μὴ ἐπλάτυνε τὴν προσευχήν; Αὐτῷ γὰρ πᾶσα προσευχὴ ἀναπέμπεται· φωνὴν ἀφῆκε μόνον, Λάζαρε, δεῦρο ἔξω, ὡς δεσπότης δοῦλον καλῶν. Τί οὖν; ἐξῆλθεν ὡς δοῦλος ὑπακούσας δεσπότῃ; Ἐξῆλθεν, οὐκ ἐβράδυνεν, οὐκ ἀνέμεινεν ὁ ᾅδης, οὐκ ἐστασίασεν ὁ θάνατος, οὐκ ἀνεβάλοντο αἱ κάτω δυνάμεις· ἀλλὰ μᾶλλον κατεπλάγησαν. Ὁ γὰρ ᾅδης ἔχων τὸν Λάζαρον ἤδη τέσσαρας ἡμέρας ἐν τοῖς ἰδίοις χωρίοις πανταχόθεν διαλυθέντα, ὡς ἀγόμφωτον σκάφος, λοιπὸν ἀμέριμνος ἦν· αἱ κάτω δυνάμεις οὐκ εἶχον ἔννοιαν, ὡς Λάζαρος τῶν καταχθονίων ἀνασπασθήσεται λοιπόν. Ὡς δὲ ἀθρόον ἡ ∆εσποτικὴ φωνὴ ἐν τῷ τάφῳ κατελθοῦσα σὺν φωτισμῷ πολλῷ ἤρξατο θᾶττον τὰς μὲν τρίχας τοῦ Λαζάρου ἀντιφυτεύειν τῇ κεφαλῇ, τὸν μυελὸν ἐνθηκιάζειν τῇ κενότητι τῶν καλάμων, τῶν δὲ φλεβῶν τὴν μέστωσιν πρὸς ζωτικὸν κατευθύνειν αἷμα, κατεπλάγησαν αἱ κάτω δυνάμεις πρὸς ἀλλήλας βοῶσαι· Τίς οὗτος ὁ καλῶν; τίς οὗτος ὁ αὐθεντῶν; τίς ὁ