1

 2

 3

 4

 5

 6

 7

 8

5

Πολλοὺς γόητας ἐδέξατο, ἐπεὶ δεσμοφύλαξ ἦν· ἀλλ' οὐδέποτε ἐκείνων οὐδεὶς τοιοῦτον ἐπεδείξατο ἔρ γον, οὐκ ἔλυσε δεσμὰ, οὐκ ἐπεδείξατο κηδεμονίαν 55.524 τοιαύτην. Καὶ γὰρ εἵλετο δεδέσθαι ὁ Παῦλος, καὶ μὴ φυγεῖν, ὥστε ἐκεῖνον ἀπαλλάξαι τῆς τελευτῆς. Εἰσ επήδησε γὰρ, ξίφος ἔχων ἐν ταῖς χερσὶ καὶ λαμπάδα· καὶ γὰρ ἐβούλετο ὁ διάβολος διὰ τῆς σφαγῆς προ εξαρπάσαι αὐτὸν τῆς μετανοίας, ἀλλ' εὐτονωτέρᾳ φωνῇ τὴν σωτηρίαν αὐτοῦ τῆς ψυχῆς ὀξύτερον ἐκέρ δανεν ὁ Παῦλος. Οὐ γὰρ ἁπλῶς ἐβόησεν, ἀλλὰ με γάλῃ φωνῇ, λέγων· Πάντες ἐσμὲν ἐνθάδε. Ἐθαύ μασε τὴν κηδεμονίαν ὁ δεσμοφύλαξ, προσέπεσε τῷ δεδεμένῳ ὁ λελυμένος, καὶ τί φησιν; Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Σὺ ἔδησας, καὶ σὺ ἐν ἀπο ρίᾳ εἶ; σὺ ἠσφαλίσω τῷ ξύλῳ, καὶ σὺ ζητεῖς τρόπον μετανοίας καὶ σωτηρίας; Εἶδες θερμότητα; εἶδες σπουδήν; Οὐκ ἀνεβάλετο, ἀλλ' ἐπειδὴ ἀπελύθη τοῦ φόβου, οὐκ ἀπελύθη τῆς εὐεργεσίας, ἀλλὰ εὐθέως ἐπὶ τὴν σωτηρίαν τῆς ψυχῆς ὁρμᾷ τῆς ἑαυτοῦ. Νὺξ ἦν, καὶ μέση νύξ. Οὐκ εἶπε· Σκεψώμεθα, ἡμέρα γε νέσθω· ἀλλ' εὐθέως ἐπὶ τὴν σωτηρίαν ἔδραμε. Μέγας τίς ἐστιν οὗτος ὁ ἀνὴρ, φησὶν, ὑπερβαίνει τὴν φύσιν τὴν ἀνθρωπίνην. Εἶδον αὐτοῦ τὸ θαῦμα, ἐθαύμασα τὴν φιλανθρωπίαν. Μυρία κακὰ ὑπ' ἐμοῦ παθὼν, ἐν τοῖς ἐσχάτοις ὢν, ἐμὲ τὸν δήσαντα εἰς χεῖρας λαβὼν, δυνάμενος διαχειρίσασθαι, οὐ μόνον οὐδὲν ἐποίησεν, ἀλλὰ καὶ μέλλοντα σφάττειν ἑαυτὸν, καὶ τὸ ξίφος ὠθεῖν διὰ τοῦ λαιμοῦ, ἐκώλυσεν. Εἰ κότως φησί· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ, Οὐ γὰρ δὴ τὰ θαύματα μόνον ἐπὶ τῶν ἀποστόλων ἐπεσπάσατο τοὺς πιστεύοντας, ἀλλὰ πρὸ τῶν θαυ μάτων ὁ βίος.

∆ιὰ τοῦτό φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἶδες θερμότητα τοῦ δεσμο φύλακος; Βλέπε καὶ τοῦ Παύλου θερμότητα. Οὐκ ἀνεβάλλετο, οὐχ ὑπερεῖδεν· ἀλλ' ἐν τοῖς δεσμοῖς ὢν, ἐν τῷ ξύλῳ ὢν, ἐν ταῖς πληγαῖς, εὐθέως αὐτὸν ἐμυ σταγώγησε, καὶ μετ' ἐκείνου τὴν οἰκίαν ἅπασαν, καὶ μετὰ τὸ πνευματικὸν λουτρὸν, καὶ μετὰ τὴν τράπεζαν τὴν πνευματικὴν, παρέθηκεν αὐτῷ καὶ τὴν σαρκικήν. Ἀλλὰ τίνος ἕνεκεν ἔσεισε τὸ δεσμω τήριον; ∆ιεγεῖραι τὸν δεσμοφύλακα ἐβούλετο πρὸς τὴν θέαν τῶν γινομένων· ἔλυσε τὰ αἰσθητὰ δεσμὰ τῶν συνδεσμωτῶν, ἵνα λύσῃ τὰ νοητὰ δεσμὰ τοῦ δεσμοφύλακος. Ἀπεναντίας τούτων ἐποίησεν ὁ Χρι στός. Προσῆλθεν αὐτῷ παραλελυμένος ἄνθρωπος δι πλῆν τινα πάρεσιν ἔχων, τὴν μὲν ἀπὸ τῶν ἁμαρτη μάτων, τὴν δὲ ἀπὸ τοῦ σώματος. Πρότερον τὴν ἀπὸ τῶν ἁμαρτημάτων πάρεσιν ἔλυσεν, οὕτως εἰπών· Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Εἶτα ἐπειδὴ ἀμφέβαλλον ἐκεῖνοι, καὶ ἐβλασφήμουν, καὶ ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, βουλόμενος αὐτοῖς δεῖξαι, ὅτι Θεός ἐστιν ἀληθῶς, βουλόμενος αὐτοὺς κρῖναι ἐκ τοῦ στόματος αὐτῶν, ἵνα μέλλῃ λέγειν, Ἐκ τοῦ στόματός σου κρινῶ σε· σὺ εἶπας, ὅτι οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός· ἰδοὺ ἀφίημι, φησὶν, ἁμαρτίας, καὶ ὁμολόγησόν μου τὴν θεότητα· ἀπὸ τῆς σῆς κρίσεως ἐκφέρω τὴν ψῆφον. Ἀλλ' ἐκεῖ μὲν προτέρα ἡ νοητὴ, ὑστέρα δὲ ἡ αἰσθητή· ἐνταῦθα δὲ τὸ ἐναντίον, πρότερον τὰ αἰσθητὰ δεσμὰ, καὶ τότε τὰ νοητὰ ἀνῄρητο. Εἶδες πόση τῶν ὕμνων ἡ δύναμις; πόσον ἰσχύει αἶνος; πόσον ἰσχύει εὐχή; Ἀεὶ μὲν οὖν μεγάλη τῆς 55.525 εὐχῆς ἡ δύναμις· τὸ δὲ μετὰ νηστείας εἶναι εὐχὴν, δυνατωτέραν ποιεῖ τὴν ψυχήν. Νῦν σωφροσύνη λο γισμῶν παρ' ἡμῶν πολλὴ, νῦν διεγείρεται διάνοια, καὶ τὰ ἄνω περιβλέπει πάντα ἡ ψυχή. ∆ιὰ τοῦτο ἀεὶ τῇ νηστείᾳ τὴν προσευχὴν συνέζευξεν ἡ Γραφή. Πῶς καὶ πότε; Μὴ ἀποστερεῖτε ἀλλήλους, φησὶν, εἰ μή τι ἂν ἐκ συμφώνου, ἵνα σχολάζητε τῇ νη στείᾳ καὶ τῇ προσευχῇ. Καὶ πάλιν ἀλλαχοῦ, Τὸ γένος τοῦτο οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Πάλιν δὲ ἀλλαχοῦ, Προσευξάμενοι, φησὶ, καὶ νηστεύσαντες, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.