1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκα τοῦ ἰδεῖν σε τὸν πόλεμον κατέβης. Τί ἐφθόνησαν; τί ἐβάσκηναν; Λόγον ἤκουσαν, ῥημάτων εὐημερίαν οὐκ ἤνεγκαν. Ἀλλὰ τί οὗτος ὁ σοφὸς ἁνήρ; Ἀπέστη ἀπ' αὐτῶν ὑποτεμνόμενος τὸ ἕλκος, καὶ ἀπῆλθεν εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, καὶ λέγει· Τί ἔσται τῷ ἀνθρώπῳ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; καὶ εἰσήγαγον αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν τὸν βασιλέα καθήμενον, κατεπτηχότα, δεδοικότα, τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου, καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ; Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι, καὶ ἀφελῶ τὴν κεφα λὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι, ὅτι παιδάριον εἶ μικρὸν, οὗτος δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεό τητος αὐτοῦ; Μὴ βλέπε τὰ ὁρώμενα, ἀλλὰ τὰ νοούμενα· μὴ ἴδῃς, ὅτι μικρὸς τῷ εἴδει, ἀλλ' ὅτι μέγας τῷ φρονή ματι. Τί οὖν ἵνα γίνηται; Ἀπιστεῖ ὁ βασιλεύς· ἀναγ κάζεται ὁ ∆αυῒδ λοιπὸν αὐτῷ τὰ κατορθώματα αὐ τοῦ λέγειν. Ἐγὼ, φησὶ, παιδίον ἤμην μικρὸν παρὰ τὴν ποίμνην τοῦ πατρός μου· καὶ ὅτε ἦλθε λέων, ἢ ἄρκτος, καὶ ἐλάμβανον πρόβατα ἐκ τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἀνεῖλον τὸν λέοντα καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τούτων τῶν θηρίων, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος. Καὶ εἶπεν ὁ Σαοὺλ πρὸς τὸν ∆αυΐδ· Πορεύου, ὁ Κύριος μετὰ σοῦ. Καὶ ἔδωκεν αὐτῷ ὅπλα, καὶ οὐκ ἐδύνατο αὐτὰ ὁ ∆αυῒδ βαστάσαι. ∆ιὰ τί; Οὐ συγχωρεῖ τοῦτο ὁ Θεὸς, ἵνα γυμνὸς νικήσῃ, ἵνα μὴ τὰ ὅπλα μερίσηται τὴν νίκην τῶν κατορ θωμάτων, ἵνα μὴ λέγῃ ὁ βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνί κησαν. Ῥίπτει τὰ ὅπλα, καὶ ἐνδύεται τὴν πίστιν· ἐξέρ χεται γυμνὸς, καὶ τεθωρακισμένος τὴν εὐλάβειαν· ἐξέρ χεται ποιμὴν, καὶ οὐ στρατιώτης· ἀφίησι βόλον, οὐ τῇ φύσει τοῦ σώματος θαῤῥῶν, ἀλλὰ τῇ δυνάμει τῆς πί στεως τὴν νίκην ἀπηνέγκατο· ἔδραμεν, ἔλαβεν αὐτοῦ τὸ 55.570 ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν.

Καὶ ἐπληρώθη τὸ γεγραμμένον· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Πάλιν φθόνος, πάλιν βασκα νία. Συνεχῶς ἀνορύττω τὴν πηγὴν, ὥστε αὐτὸν εὑρεῖν τὸν ὀφθαλμόν. Οὗτος τοίνυν ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, περὶ οὗ φησιν ὁ Θεός· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὢ ἐγκώμιον ὑψηλόν! ὢ ἀπόδειξις ἀρετῆς! Ὁ ∆εσπότης αὐτοῦ λέγει· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Οὗτος τοίνυν ὁ τῶν θηρίων περιγε νόμενος, ὁ τὸν Γολιὰθ ἀποκτείνας, ὁ τὸν λέοντα πνίξας, ὁ τὴν ἄρκτον κρατήσας, ὁ ἐν νεότητι πεπολιωμένος, ὁ μικρὸς τῷ σώματι καὶ ὑψηλὸς τῷ πνεύματι, ὁ ἐν τῇ βασιλικῇ στολῇ ἀκρίβειαν μοναζόντων ἐπιδειξάμενος· ἔλουε γὰρ, οὐκ ἀπὸ μαργαριτῶν, ἀλλ' ἀπὸ δακρύων καθ' ἑκάστην νύκτα βρέχων τὴν στρωμνὴν αὐτοῦ. Οἱ μὲν γὰρ νῦν ἄνθρωποι καὶ ἐν ἡμέρᾳ καθεύδουσιν, ἐκεῖνος δὲ καὶ ἐν νυκτὶ ἐμμέριμνος ἦν. ∆ιὰ τί ἐν νυκτί; Ἐπειδὴ ἐν ἡμέρᾳ βασιλεὺς ὢν ὑπὸ μυρίων περιηντλεῖτο πραγμά των· ἐν δὲ νυκτὶ καθάπερ ἐν λιμένι διάγων, τότε μόνος μόνῳ τῷ Θεῷ διελέγετο, καὶ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔλουε τὴν στρωμνὴν ἑαυτοῦ. Οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ὁ Πνεύματος χάριν ἐπισπασάμενος, ὁ ἐν ἡλικίᾳ νεότητος πεπολιωμένος, ὁ τῆς ἁψῖδος τῶν οὐ ρανῶν ἁψάμενος, ὁ τῆς ἄνωθεν ἀπολαύσας δωρεᾶς καὶ χάριτος, ὁ πολέμους καταλύσας, ὁ μυρία κατορθώματα κατὰ τοῦ διαβόλου ἐπιδειξάμενος, μετὰ σωφροσύνην, μετὰ ἐπιείκειαν, μετὰ σεμνότητα, ὅτε κατέσχε τὴν βασι λείαν, ὅτε μυρίους ἐνίκησε πολεμίους, ὅτε ἔθνη ὑπέταξεν, ὅτε εἰρήνη πανταχόθεν, ῥᾳθυμότερος ἐγένετο, ἵνα μά θητε πόσων ἀγαθῶν πρόξενος ἡ θλίψις, καὶ πόσων κακῶν ἡ ἄνεσις. Καὶ πότε; Ἐν μεσημβρίᾳ μέσῃ. Μετὰ ἄριστον ἀναστὰς ἀπὸ τῆς στιβάδος περιεπάτει, καὶ εἶδε γυναῖκα γυμνὴν, λουομένην, καλὴν καὶ εὔμορφον σφό δρα. Ἀλλὰ οὐκ ἔγκλημα τὸ κάλλος· τὸ γὰρ κάλλος Θεοῦ δῶρον. Εἶδε γυναῖκα λουομένην ἐν ὑπερῴῳ, γυναῖκα στρατιώτου, καλὴν, ὡραίαν. Εἶδεν, ἐπτερώθη τῷ ὄμ ματι, ἐδέξατο τὸ βέλος.