1

 2

 3

 4

 5

5

ἀνθρωπίνοις· λέγω, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Οὐκ οἶδεν ὁ τυφλὸς, ὅτι τὸ ἐμὸν θέλημα καὶ τὸ τοῦ Πατρός μου ἕν ἐστι. Πάντα γὰρ ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Κρεμάσει τὸν κόκκον τοῦ σίτου, καὶ ὅταν καταπίῃ με, ὄψει αὐτὸν ὑπὸ τοῦ ἐντρίτου σχοινίου δεινῶς ἀπαγχόμενον. Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἀκουόντων· Καὶ ἆρά γε ὁ Χριστὸς ἐνέπαιξε τῷ διαβόλῳ; ἢ ἐξὸν ἦν ἐμπαίζειν αὐτῷ; Πρὸς ὃν ἐροῦμεν, ὅτι Ἀνάγνωθι τὰς Γραφὰς, καὶ εὑρήσεις αὐτὸν τὸν Πατέρα λέγοντα πρὸς Μωϋσέα· Ὁρᾷς πόσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις; Τοιγαροῦν καὶ ὁ Κύριος ἐνέπαιξε τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν. Ἔδει γὰρ αὐτὸν ὡς ἀνόητον χλευασθῆναι τὸν μεγαλοῤῥημονοῦντα, καὶ λέγοντα· Ἐν τῇ ἰσχύι μου ποιήσω, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν μου ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν οἰκουμένην ὅλην, ὡς νοσσιὰν κατα 61.756 λήψομαι, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐδεὶς ἔσται, ὃς ἀντείπῃ μοι.

Ἔδει αὐτὸν τοίνυν ἐμπαιχθῆναι καὶ τοὺς δαίμονας, ἵνα ἀποδείξῃ τοὺς τὰ τοιαῦτα καυχωμένους καὶ παιδίων εἶναι ἀνοητοτέρους. ∆ιὸ οὔτε ἔγνωσαν ὃ ἐποίουν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Προανεφώνει δὲ καὶ ὁ προφήτης περὶ τοῦ δράκοντος τούτου, ὅτι ἐμπαιχθήσεται, λέγων· ∆ράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Ἀλλ' ἵνα μὴ ἐπὶ πολὺ μηκύνοντες τὸν λόγον, δόξωμεν ἐμποδίζειν τοῖς μεθ' ἡμᾶς βουλομένοις φαιδρότερον τῆς Γραφῆς τὸ νόημα παραδοῦναι, ἐνθάδε σιωπῇ τὸν λόγον ἡμῶν στείλωμεν.

Προήχθημεν γὰρ εἰπεῖν εἰς αὐτὸ τοῦτο τὸ κεφάλαιον, οὐχ ὡς δυνάμενοι ἀπαραλείπτως εἰπεῖν, ἀλλὰ κατὰ τὴν ἑαυτῶν δύναμιν διηγήσασθαι, καὶ ἀφορμὴν διδόναι τοῖς φιλομαθέσι· ∆ίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Καὶ ὑμεῖς δὲ, ἀγαπητοὶ, ἐκ τῶν Γραφῶν ἀναλεξάμενοι πρὸς σύστασιν τῶν εἰρημένων, μειζόνως λευκάνατε τὸ δυσθεώρητον νόημα.

Οὐ γὰρ δειλίας ἕνεκα ὁ Κύριος ἡμῶν, καθὼς προείπαμεν, ἀπεύχεται τὸ ποτήριον τοῦ θανάτου, ἀλλ' οἰκονομίᾳ θεϊκῇ· ἵνα ἐκ τῶν ἐμῶν ἐλαχίστων ῥημάτων τε καὶ νοημάτων καὶ ἐκ τῶν ὑμετέρων πόνων δόξα Χριστῷ ἀναπεμφθῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.