1

 2

 3

 4

 5

 6

 7

5

μεμνημένοις αὐτὸ χάριν ἴσμεν, καὶ φίλους τοὺς τοιούτους εἶναι νομίζομεν· καίτοι γε ὁ Χριστὸς τὸ ἐναντίον ἐπέταξε, κατορθωμάτων μὲν ἐπιλελῆσθαι, ἁμαρτημάτων δὲ μεμνῆσθαι. Καὶ τοῦτο δῆλον μὲν ἡμῖν ἐποίησε καὶ δι' ὧν τοῖς μαθηταῖς παρῄνει λέ γων· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· καὶ διὰ τῆς τοῦ Φαρισαίου παραβο λῆς, τὸν τελώνην αὐτοῦ προθείς. Ὥσπερ γὰρ τοῦτον ἡ μνήμη τῶν ἁμαρτημάτων ἐδικαίωσεν, οὕτως ἐκεῖ νον ἡ μνήμη τῶν κατορθωμάτων ἀπώλεσε. Καὶ Ἰου δαίοις δὲ ὁ Θεὸς τὰ αὐτὰ δὴ ταῦτα παραινεῖ, λέγων 51.307 οὕτως· Ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι.

ζʹ. Τοιοῦτον τῶν ἀποστόλων τὸ ἦθος ἦν, τοιοῦτον τῶν προφητῶν καὶ τῶν

δικαίων ἁπάντων. Ὁ γοῦν ∆αυῒδ τῆς μὲν ἁμαρτίας τῆς ἑαυτοῦ συνεχῶς ἐμέμνητο, τῶν δὲ κατορθωμάτων οὐδαμοῦ, πλὴν εἴ ποτε κατηναγ κάσθη. Ὅτε γοῦν ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος, καταλιπὼν τὰ πρό βατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατ επτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους ὁρῶν· ἀλλὰ τῇ πίστει πάντα τὰ βλεπόμενα ὑπερβὰς, καὶ πρὸς τὸν Βασιλέα τῶν οὐρανῶν ἰδὼν, καὶ πολλῆς ἑαυτὸν ἐμπλήσας προθυμίας, προσῆλθε τοῖς στρατιώταις καὶ τοῖς ἀδελφοῖς, ἐπαγγελλόμενος ἀπαλλάσσειν αὐτοὺς τοῦ κατέχοντος κινδύνου. Ὡς δὲ ἐγέλασαν τὸ εἰρημένον οἱ ἀδελφοὶ (οὐ γὰρ ἑώρων τὸν ἔνδον αὐτὸν ἀλείφοντα Θεὸν, οὐδὲ τὴν ψυχὴν τὴν γενναίαν ἐκείνην, καὶ οὐ ρανομήκη, καὶ πολλῆς γέμουσαν φιλοσοφίας), κατα λιπὼν ἐκείνους, πρὸς ἑτέρους ἀπῆλθεν.

Ὡς δὲ πρὸς τὸν βασιλέα αὐτὸν εἰσήγαγον, καὶ εὗρεν αὐτὸν ἀπο τεθνηκότα τῷ δέει, πρῶτον αὐτοῦ διανίστησι τὸ φρό νημα, οὕτω λέγων· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ' αὐτὸν, ὅτι ὁ δοῦλός σου πορεύ σεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἐπειδὴ δὲ ἐκεῖνος ἠπίστει λέγων, Οὐ δυνήσῃ πο ρευθῆναι· σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολε μιστὴς ἐκ νεότητος αὐτοῦ, ἐν ἀπορίᾳ ὢν λοιπὸν ὁ ∆αυῒδ ἀναγκάζεται τὰ οἰκεῖα διηγεῖσθαι ἐγκώμια. Ὅτι γὰρ οὐκ ἐβούλετο, διὰ τῶν προτέρων ἔδειξεν, οὔτε πρὸς τοὺς ἀδελφοὺς εἰπών τι τῶν αὑτοῦ κατορ θωμάτων, οὔτε πρὸς τοὺς στρατιώτας, ἀλλ' οὐδὲ πρὸς αὐτὸν τὸν βασιλέα, ἕως εἶδεν αὐτὸν ἀπιστοῦντα καὶ ἀγωνιῶντα καὶ κωλύοντα τὴν ἔφοδον τὴν κατ' ἐκεί νου. Τί γὰρ ἔδει πρᾶξαι λοιπόν; σιγῆσαι τὰ ἐγκώ μια; Ἀλλ' οὐκ ἂν ἐπέτρεψεν ἀπελθεῖν, οὐδὲ ἀπαλ λάξαι τῶν κατεχόντων κινδύνων. ∆ιὰ τοῦτο σιγήσας ἡνίκα ἔδει, ἐπειδὴ τὸν καιρὸν εἶδε κατ αναγκάζοντα εἰπεῖν, οὐκ ἔτι σιγᾷ, ἀλλά φησι πρὸς αὐτόν· Ποιμαίνων ἤμην ὁ δοῦλός σου ἐν τῷ ποι μνίῳ τοῦ πατρός μου, καὶ ὅταν ἤρχετο λέων ἢ ἄρ κτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, ἐξηρ χόμην κατόπισθεν αὐτοῦ, καὶ ἐπάτασσον αὐτὸν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐκράτουν τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐθανάτουν αὐτόν· καὶ τὸν λέοντα καὶ τὴν ἄρκτον ἔτυπτεν ὁ δοῦλός σου· καὶ ἔσται ὁ ἀλλόφυλος οὗτος καὶ ἀπερίτμητος, ὡς ἓν τούτων. Ὁρᾷς πῶς ἐδήλωσε, τίνος ἕνεκεν εἶπε τὰ οἰκεῖα κατορθώματα; Τότε δὴ, τότε θαῤῥήσας ὁ βασιλεὺς λοιπὸν ἐκέλευσεν ἀπελθεῖν. Καὶ ἀπῆλθε, καὶ παρετάξατο, καὶ ἐνίκησεν. Εἰ δὲ μὴ ἐγκώμια εἶπεν, οὐκ ἂν αὐτῷ τὴν μονομαχίαν ἐκείνην ἐπίστευ σεν ὁ βασιλεύς· μὴ πιστεύσας δὲ, οὐκ ἂν ἀφῆκεν αὐτὸν εἰς τὴν παράταξιν ἀπελθεῖν· μὴ ἀφεὶς δὲ, διεκώλυ σεν ἂν τὸ κατόρθωμα· τοῦ δὲ κατορθώματος κωλυ θέντος, οὔτε ὁ Θεὸς ἂν ἐδοξάσθη τότε, οὔτε ἡ πόλις τῶν ἐπικειμένων ἀπηλλάγη κινδύνων. Ἵν' οὖν μὴ το σαῦτα γένηται ἄτοπα, μηδὲ οἰκονομίας μέγεθος κω λυθῇ τοσοῦτον, ἠναγκάσθη τοὺς οἰκείους ἄθλους εἰ πεῖν ὁ ∆αυΐδ. Ὥσπερ γὰρ σιγᾷν ἴσασιν, οὐδεμιᾶς οὔ σης ἀνάγκης, οὕτω καὶ λέγειν ἐπίστανται, ἐπειδὰν πολλὴν ἴδωσι βίαν ἐπικειμένην.