ἔξω διῆγες, πῶς ἔγνως ὅτι τὰ παιδία τετελευτήκασιν; Ὅμως λέγε μοι, ἐχωνεύθησαν οἱ ἑπτά, οἱ τῆς ἐμῆς ἀρρενογονίας ἰσοστάχυες χρύσεοι στύλοι; Ἀπεσβέσθησαν τῶν θυγατέρων μου αἱ παρθενικαὶ ἰσοφαεῖς τρεῖς λαμπάδες; Κατεστράφη τῶν λογικῶν νεοττῶν ἡ δεκάστρουθος νοσσιά; Γέγονεν ὁ οἶκος τάφος, ἡ τράπεζα τύμβος, ὁ κρατὴρ ἐκπιαστήρ; Μεγάλης μοι συμφορᾶς γέγονας μηνυτής. Ἀλλ' ὅμως σφόδρα χαίρω, ὅτι οὐκ ἀπεζεύχθησαν οἱ ἑπτὰ πῶλοι οὐδὲ τῶν ἑπτὰ πώλων αἱ τρεῖς δαμάλεις· ὡς ἔζησαν, καὶ ἀπέθανον, οὔτε ἐν τῇ ζωῇ αὐτῶν ἐχωρίσθησαν, οὔτε ἐν τῷ θανάτῳ διεμερίσθησαν. Μεγάλα μοι κακὰ συμβέβηκεν. Πᾶσαν τὴν ὕπαρξιν ζημιωθεὶς μικρὸν ἐλυπούμην τῶν τέκνων περιόντων, ὡς μὴ ἔχων τινὰ κληρονομίαν αὐτοῖς καταλεῖψαι· ὡς δὲ καὶ τὰ τέκνα τῷ δοτῆρι δῶρον προσήνεγκα, οὐκέτι στυγνάζω ἔργῳ τὴν τοῦ Ἀβραὰμ θυσίαν πληρώσας. Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.