ἀπὸ τῆς βασιλείας, καὶ ὡς τραυματίας ἀεὶ βόα πρὸς τὸν κύριον καὶ αἴτει πιστῶς, ἵνα καὶ αὐτὸς ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς. ὥσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ θεὸς οὐκ ἐκ τῆς αὐτοῦ φύσεως οὐδὲ ἐκ τοῦ σώματος ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωήν, τὴν βρῶσιν καὶ τὴν πόσιν καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς ἔξωθεν ἔδωκεν ἔχειν αὐτόν, καθ' ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιήσας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον, τουτέστι χωρὶς βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων· ἐὰν δὲ εἰς τὴν ἑαυτοῦ φύσιν μόνον στῇ μηδὲν τῶν ἔξωθεν προσλαβόν, διαφθείρεται καὶ ἀπόλλυται, τὸν αὐτὸν τρόπον καὶ ψυχὴ ἡ μὴ ἔχουσα φῶς θεῖον, κτισθεῖσα δὲ κατ' εἰκόνα θεοῦ· οὕτως γὰρ αὐτὴν ᾠκονόμησε καὶ εὐδόκησεν ἔχειν τὴν αἰώνιον ζωήν, οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ' ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς ἔχειν βρῶσιν καὶ πόσιν πνευματικὴν καὶ ἐνδύματα οὐράνια, ἅ ἐστιν ἡ ὄντως ζωὴ τῆς ψυχῆς. ὥσπερ οὖν τῷ σώματι, καθὼς προείρηται, ἡ ζωὴ οὐκ ἐξ ἑαυτοῦ ἐστιν, ἀλλ' ἔξωθεν αὐτοῦ, τουτέστιν ἀπὸ τῆς γῆς, καὶ χωρὶς τῶν ἔξωθεν αὐτοῦ ὄντων ἀδύνατον αὐτὸ ζῆσαι, οὕτω καὶ ἡ ψυχή, ἐὰν μὴ γεννηθῇ ἀπὸ τοῦ νῦν εἰς ἐκείνην τὴν γῆν τῶν ζώντων κἀκεῖθεν τραφῇ πνευματικῶς καὶ αὐξήσῃ τῷ κυρίῳ προκόπτουσα καὶ ἀμφιασθῇ ἐκ τῆς θεότητος ἄρρητα ἄμφια οὐρανίου κάλλους, χωρὶς ἐκείνης τῆς τροφῆς ζῆσαι αὐτὴν ἐν ἀπολαύσει καὶ ἀναπαύσει ἀφθάρτῳ ἀδύνατον. ἔχει γὰρ ἡ θεία φύσις καὶ ἄρτον ζωῆς, τὸν εἰπόντα· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ ὕδωρ ζῶν καὶ «οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου» καὶ «ἀγαλλιάσεως ἔλαιον» καὶ παμποίκιλον τροφὴν οὐρανίου πνεύματος καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ θεοῦ τυγχάνοντα· ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. οὐαὶ σώματι, ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν, ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει· καὶ οὐαὶ ψυχῇ, εἰ εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου πνεύματος κοινωνίαν, ὅτι ἀποθνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιωθεῖσα. ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ἐπὰν μηκέτι τὸ σῶμα δύνηται λαβεῖν τροφήν, ἀπελπίζουσιν αὐτοὺς καὶ κλαίουσι πάντες γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί, οὕτω κλαίει ὁ θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι τὰς ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ πνεύματος καὶ ἐν ἀφθαρσίᾳ ζησάσας. ταῦτα δὲ καὶ πάλιν φημί· οὔκ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ' ἔργον πνευματικῆς ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γιγνόμενον. Εἰ τοίνυν ἐγένου θρόνος τοῦ θεοῦ καὶ ἐπιβέβηκεν ἐπὶ σὲ ὁ οὐράνιος ἡνίοχος καὶ ἐγένετο ἡ ψυχή σου ὅλη ὀφθαλμὸς πνευματικὸς καὶ ὅλη φῶς, καὶ εἰ ἐτράφης ἐκείνην τὴν τοῦ πνεύματος τροφὴν καὶ εἰ ἐποτίσθης ἐκ τοῦ ζῶντος ὕδατος καὶ εἰ ἐνεδύσω τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα, εἰ τούτων ἁπάντων ὁ ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ καθέστηκεν, ἰδοὺ ζῇς καὶ τὴν ὄντως αἰώνιον ζωὴν ἀπὸ τοῦ νῦν μετὰ τοῦ κυρίου ἀναπαυομένης τῆς ψυχῆς σου· ἰδοὺ κέκτησαι καὶ ἔλαβες ταῦτα παρὰ τοῦ κυρίου ἐν ἀληθείᾳ, ἵνα ζῇς ζωὴν ἀληθινήν. εἰ δὲ μηδὲν τούτων σύνοιδας σεαυτῷ, κλαῖε καὶ λυποῦ καὶ ὀδύρου, ὅτι τοῦ αἰωνίου καὶ πνευματικοῦ πλούτου ἀκμὴν οὐδέπω τετύχηκας καὶ τὴν ὄντως ζωὴν ἀκμὴν οὐδέπω ἐδέξω. πόνον οὖν ἔχε περὶ τῆς πτωχείας σου, δεόμενος τοῦ κυρίου νυκτὸς καὶ ἡμέρας, ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἕστηκας. εἴθε δὲ κἂν πόνον τις ἐκέκτητο διὰ τὴν ἑαυτοῦ πτωχείαν, καὶ μὴ ὥσπερ κεκορεσμένοι ἐν ἀμεριμνίᾳ διήγομεν. ὅτι ὁ πόνον ἔχων καὶ ζητῶν καὶ αἰτῶν τὸν κύριον ἀδιαλείπτως ταχέως τεύξεται τῆς ἀπολυτρώσεως καὶ τοῦ ἐπουρανίου πλούτου, καθὼς ὁ κύριος ἔλεγε περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας διεξερχόμενος τὸν λόγον· «πόσῳ μᾶλλον ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει». ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.