πολλοῖς ἔτεσι τυραννήσαντος καὶ τὴν ἑῴαν μικροῦ δεῖν ἅπασαν καταστρέψαντος, ἀποδέδεικτο πρέσβυς, τὰ διερρωγότα μέλη τῆς Ῥωμαίων ἡγεμονίας συνάψαι πειραθεὶς πρὸς ὁλότητα καὶ μέντοι ἔτι καὶ συνάψας ἐπιστημόνως λίαν καὶ νεανικῶς, Μανουὴλ οὖν τούτου γίνονται παῖδες δύο, ὧν ὁ μὲν πρεσβύτερος Ἰσαάκιος, ὁ δὲ νεώτερος Ἰωάννης ἐκέκλητο. Κομιδῇ δὲ τούτοιν νέοιν ὄντοιν ἀμφοῖν, ἐπειδὴ ὁ πατὴρ ἠσθένει καὶ τὴν τοῦ βίου ὑπώπτευε τελευτήν, ἐβουλεύσατο ἄμφω τῶ παῖδε τῷ βασιλεῖ παραθέσθαι· ἐστέρηντο γὰρ καὶ μητρός, τῆς συγκλήρου τούτου τῷ βίῳ πάλαι θανούσης. Τοῦτο δὲ βουλευσάμενος, ἄριστα ἐς πέρας τὸ βουλευθὲν ἐξήνεγκε καὶ μέντοι καὶ παρατίθεται τούτους τῷ βασιλεῖ. Ὁ δὲ ἐπιεικής τε ὢν καὶ τιμᾶν εἰδὼς τὴν εὐγένειαν οὐκ ἔστιν εἰπεῖν ὅσης ἠξίωσε προμηθείας τοὺς παῖδας· παιδαγωγοὺς γὰρ αὐτοῖς ἐπιστήσας καὶ παιδοτρίβας, τοῖς μὲν ῥυθμίζειν τὸ ἦθος τῶν νέων ἐπέταττε, τοῖς δὲ τὰ πολεμικὰ ἐκδιδάσκειν, ὁπλίζεσθαί τε εὐφυῶς καὶ τῷ θυρεῷ σκέπεσθαι πρὸς τὰς τῶν ἐναντίων βολὰς καὶ ἔγχος κραδαίνειν καὶ ἱππάζεσθαι δεξιῶς καὶ βέλος ἀφιέναι κατὰ σκοποῦ καί, ἵνα τὸ καιριώτατον εἴποιμι, τὰ τακτικὰ μελετᾶν, ἵνα ἔχοιεν εἰδέναι ὅπως τε χρὴ φάλαγγα τάττειν καὶ καταλέγειν λόχους, στρατοπεδεύειν τε ἐπικαίρως καὶ χάρακα πήγνυσθαι καί τ' ἄλλα ὅσα δὴ τὰ τακτικὰ ἐκδιδάσκουσι. ∆ιατριβὴ δὲ τούτοις ἡ μονὴ τοῦ Στουδίου ἀφώριστο δυοῖν ἕνεκα, τὸ μὲν ἵνα καὶ πρὸς ἀρετὴν ἐπαλείφοιντο τῇ μιμήσει τῶν ἀρίστων ἀνδρῶν, τὸ δ' ἵνα ἔχοιεν εὐχερῶς ἐξιέναι τῆς πόλεως πρὸς θήραν τε ἀπιέναι καὶ τοῖς ὅπλοις γυμνάζεσθαι. 1.2 Ἐπεὶ δὲ διηλλαξάτην ἄμφω τὴν ἥβην, εὐθὺς ταῖς βασιλικαῖς ἑταιρείαις συγκατελεγέτην· ἔθος γὰρ τοῦτο βασιλεῦσι Ῥωμαίων τοὺς τῶν ἀρίστων ἀνδρῶν παῖδας καὶ τῶν εὖ γεγονότων τῇ σφῶν αὐτῶν ὑπηρεσίᾳ συγκαταλέγειν. Οὔπω συχνὸς παρρερύη καιρὸς καὶ αἱ μέγισται τῶν τιμῶν εἶχον αὐτούς, ἐπαρχίαι τε καὶ φαλαγγαρχίαι καὶ στρατηγίαι. Ἐπεὶ δὲ γάμων ἔδει λαμπρῶν τοῖς οὕτω τὸ γένος περιφανέσι, καὶ τούτων τυγχάνουσι· συζεύγνυται γὰρ ὁ μὲν Ἰσαάκιος τῇ πρεσβυτέρᾳ τῶν βασιλέως Βουλγάρων Σαμουὴλ θυγατέρων, Αἰκατερίνᾳ ὄνομα· ὁ δὲ Ἰωάννης τῇ τοῦ Χάρωνος Ἀλεξίου, ᾧ τὰ κατὰ τὴν Ἰταλίαν ἐκ βασιλέως ἐγκεχείριστο πράγματα, ἀνδρὸς φρενήρους καὶ νουνεχοῦς καὶ τὴν χεῖρα γενναίου καὶ τὴν ψυχὴν θαρσαλέου, ᾧ καὶ τὸ ἐπώνυμον ἐκ τῆς ἀνδρίας κεκλήρωτο· τόν τινα γὰρ τῶν ἐναντίων βαλὼν ἐπεὶ νεκρὸν ἀποδέδειχε, Χάρων ἐντεῦθεν ἐπωνομάσθη. Τούτου τὴν θυγατέρα γήμας ὁ Ἰωάννης Ἄνναν εἰς ∆αλασσηνοὺς τὸ γένος μητρόθεν ἀνέλκουσαν τοὺς Ἀδριανοὺς ἐκείνους καὶ τοὺς Θεοφυλάκτους, παίδων ἀρίστων ἀπεφάνθη πατήρ. Ἐκ δὴ τούτων πέντε μὲν ἄρρενες, Μανουήλ, Ἰσαάκιος, Ἀλέξιος, Ἀδριανός, Νικηφόρος, τρεῖς δὲ θήλειαι, Μαρία, Εὐδοκία καὶ Θεοδώρα, αἳ καὶ μέχρι τέλους αὐτοῦ διεσώθησαν· ἐπὶ τούτοις γὰρ τὸν βίον κατέλυσεν. Ἀλλὰ ταῦτα μὲν ὕστερον, νυνὶ δὲ τῆς ἀκολουθίας ὁ λόγος ἐχέσθω. 1.3 Προϊόντε γοῦν ἐκ δόξης εἰς δόξαν, ἄμφω τὼ ἀδελφὼ τὴν ὁμόνοιαν μέχρι τέλους ἐτηρησάτην, τοῦ νεωτέρου τῷ πρεσβυτέρῳ ἐν ἅπασι καθυπείκοντος κἀκείνου τῷ νέῳ τὴν προσήκουσαν τιμὴν ἀπονέμοντος. Ὡς δὲ καὶ εἰς τὴν βασίλειον περιωπὴν ἀνήχθη Ἰσαάκιος, κουροπαλάτην τὸν ἀδελφὸν τιμήσας ἄρχοντα τῶν τῆς δύσεως στρατευμάτων ἀποδέδειχεν, ὃν πάλαι δομέστικον τῶν Σχολῶν ἐκάλουν, νυνὶ δὲ μέγαν καλοῦσι δομέστικον. Τὰ μὲν οὖν κατὰ τὸν Ἰσαάκιον, ὅπως τῶν βασιλείων ἐπελάβετο σκήπτρων καὶ ἐφ' ὅσον καὶ ὅπως ταῦτα διίθυνε, περιττὸν ἂν εἴη λέγειν· ἐξέσται γὰρ τοῖς βουλομένοις ἀναλέγεσθαι ταῦτα ταῖς περὶ τοῦτον ἐντυγχάνοντα ἱστορίαις. Ὁ δὲ Ἰωάννης, ἐπειδὴ τῆς δύσεως ἄρχειν ἔλαχεν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, μνημεῖον ἄληστον τὰς αὐτοῦ πράξεις κατέλιπε Θρᾳξί τε καὶ Μακεδόσι καὶ μέντοι καὶ Ἰλλυριοῖς καὶ Βουλγάροις ἄρχουσί τε καὶ ἀρχομένοις, καὶ οὐκ ἦν ὃς οὐ πεπείρατο τῆς τοῦ ἀνδρὸς καλοκαγαθίας· ἐπιεικὴς γὰρ καὶ μέτριος εἴπερ τις ἄλλος ἀνθρώπων γενόμενος τὴν ἁπάντων εὔνοιαν ἐπεσπάσατο, πρὸς μὲν τὸ εὐεργετεῖν ὀξύτατος ὢν καὶ συντονώτατος, πρὸς δὲ τὸ