φυλῶν υἱῶν Ἰσραὴλ λέγων· τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος· ἄνθρωπος, ὃς ἐὰν εὔξηται εὐχὴν κυρίῳ ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβη λώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιήσει. ἐὰν δὲ γυνὴ εὔξηται εὐχὴν κυρίῳ ἢ ὁρίσηται ὁρισμὸν ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πα τὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ ὁ πατὴρ αὐτῆς, στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ»· καὶ ἑξῆς τούτοις τινὰ περὶ τῆς τοι αύτης νομοθετεῖ. κατὰ τοῦτο τὸ σημαινόμενον ἐν ταῖς Παροιμίαις γέγραπται ................................................ ........................................................ ...... «<παγὶς> ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται»· καὶ ἐν τῷ Ἐκκλησιαστῇ· «ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι»· καὶ ἐν ταῖς Πρά ξεσι τῶν ἀποστόλων· «εἰσὶν ἄνδρες παρ' ἡμῖν τέσσαρες, εὐχὴν ἔχοντες ἀφ' ἑαυτῶν.» 4.1 Οὐκ ἄλογον δή μοι ἐφάνη τὸ κατὰ τὰς γραφὰς σημαινό μενον πρῶτον διαστείλασθαι τῆς εὐχῆς δύο σημαινούσης, ὁμοίως δὲ καὶ τῆς προσευχῆς· καὶ γὰρ τοῦτο τὸ ὄνομα πρὸς τῷ κοινῷ καὶ συνήθει πολλαχοῦ κειμένῳ τέτακται καὶ ἐπὶ τῆς κατὰ τὸ σύνηθες ἡμῖν σημαινόμενον [τῆς] εὐχῆς ἐν τοῖς περὶ τῆς Ἄννης λεγομένοις ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· «καὶ Ἠλεὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ θρόνου ἐπὶ φλιῶν ναοῦ κυρίου. καὶ αὐτὴ ψυχῇ πικρᾷ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαυθμῷ ἔκλαυσε. καὶ ηὔξατο εὐχὴν καὶ εἶπε· κύριε τῶν δυνάμεων, ἐὰν ἐφοράσει ἐπίδῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ μὴ ἐπιλάθῃ τῆς δούλης σου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρὸς, καὶ δώσω αὐτὸν τῷ κυρίῳ δοτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφα λὴν αὐτοῦ.» 4.2 δύναται μέντοι γε τὶς οὐκ ἀπιθάνως ἐνταῦθα, ἐπιστήσας τῷ «προσηύξατο πρὸς κύριον» «καὶ ηὔξατο εὐχὴν,» εἰπεῖν ὅτι, εἰ τὰ δύο πεποίηκε, τουτέστι «προσηύξατο πρὸς κύριον» «καὶ ηὔξατο εὐχὴν,» μή ποτε τὸ μὲν «προσηύξατο» ἐπὶ τῆς συνήθως ἡμῖν ὀνο μαζομένης τέτακται εὐχῆς τὸ δὲ «ηὔξατο εὐχὴν» ἐπὶ τοῦ ἐν Λευϊ τικῷ καὶ Ἀριθμοῖς τεταγμένου σημαινομένου. τὸ γὰρ «δώσω αὐτὸν κυρίῳ δοτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ» κυρίως οὐκ ἔστι προσευχὴ ἀλλ' ἐκείνη ἡ εὐχὴ, ἥντινα καὶ Ἰεφθάε ηὔξατο ἐν τούτοις· «καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν· ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν χειρί μου, καὶ ἔσται ὃς ἐὰν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Ἀμμὼν, καὶ ἔσται τῷ κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλο καύτωμα.» 5.1 Εἰ χρὴ τοίνυν μετὰ ταῦτα, ὥσπερ ἐκελεύσατε, ἐκθέσθαι τὰ πιθανὰ πρῶτον τῶν οἰομένων μηδὲν ἀπὸ τῶν εὐχῶν ἀνύεσθαι καὶ διὰ τοῦτο φασκόντων περισσὸν εἶναι τὸ εὔχεσθαι, οὐκ ὀκνήσο μεν κατὰ δύναμιν καὶ τοῦτο ποιῆσαι, κοινότερον νῦν καὶ ἁπλούστε ρον τοῦ τῆς εὐχῆς ὀνόματος ἡμῖν λεγομένου ..................... ......................................................... ......................................................... οὕτω δὴ ὁ λόγος ἐστὶν ἄδοξος καὶ μὴ τυχὼν ἐπισήμων τῶν προϊσταμένων αὐτοῦ, ὥστε μηδὲ πάνυ εὑρίσκεσθαι, ὅστις ποτὲ τῶν πρόνοιαν παραδεξαμένων καὶ θεὸν ἐπιστησάντων τοῖς ὅλοις εὐχὴν μὴ προσίεται. ἔστι γὰρ τὸ δόγμα ἤτοι τῶν πάντῃ ἀθέων καὶ τὴν οὐσίαν τοῦ θεοῦ ἀρνουμένων ἢ τῶν μέχρις ὀνόματος τι θέντων θεὸν τὴν πρόνοιαν δὲ αὐτοῦ ἀποστερούντων. ἤδη μέν τοι γε ἡ ἀντικειμένη ἐνέργεια, τὰ ἀσεβέστατα τῶν δογμάτων περιτιθέναι θέλουσα τῷ ὀνόματι τοῦ Χριστοῦ καὶ τῇ διδασκαλίᾳ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ περὶ τοῦ μὴ δεῖν εὔχεσθαι δεδύνηται πεῖσαί τινας· ἧς γνώμης προΐστανται οἱ τὰ αἰσθητὰ πάντῃ ἀναιροῦντες καὶ μήτε βαπτίσματι μήτε εὐχαριστίᾳ χρώμενοι, συκοφαντοῦντες τὰς γραφὰς, ὡς καὶ τὸ εὔχεσθαι τοῦτο οὐ βουλομένας ἀλλ' ἕτερόν τι σημαινόμενον παρὰ τοῦτο διδασκούσας. 5.2 εἶεν δ' ἂν οἱ λόγοι τῶν ἀθετούντων τὰς εὐχὰς οὗτοι (δη λονότι θεὸν ἐφιστάντων τοῖς ὅλοις καὶ