Scholia in Matthaeum

 αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνεν δότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονε

 πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτ' ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ. Οἵ γε μὴν περὶ μαργαριτῶν

 αὐτεξούσιον, ἀλλὰ τὸ προ γνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. ∆ιὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κό λασιν δὲ λέγει τοὺς ἀσέμνους ζ

 ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νη πιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς·

 ἐξέλθωμεν, τὸν νυμ φίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρ θενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶ

 μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δ

 

ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νη πιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς· οἱ δὲ τῆς ἀγάπης, καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν λοιπῶν. ∆οῦλοι οἱ προ φῆται τὰ πνευματικὰ καρπώματα ἀπαιτοῦντες προσ άγειν ὡς ἱερεῖς τῷ Θεῷ. ΚΕΦ. Κ∆ʹ. Στίχ. μεʹ. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρό νιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ; Τάχα παροξύνων εἰς τὸ ζητῆσαι ἕνα τινὰ σπά νιον. Τῇ γὰρ τοῦ ἄρα ἀμφιβολίᾳ τὸ σπάνιον ἔδειξε τοῦ τοιούτου οἰκονόμου, καὶ οὐκ ἄλλον αὑτοῦ τὸν πι στὸν καὶ φρόνιμον οἰκονόμον εἰδὼς, κατασταθμαζό μενον ἐπὶ τοῖς τοῦ Πατρὸς ἔργοις, λέγω δὲ ἐπὶ τῇ ἀνθρωπότητι. Ὡς γὰρ περὶ ἑτέρου λέγει, ἐπισκιάζων αὐτὸ τῇ ὑπερβολῇ τῆς σοφίας. ∆οῦλον δὲ ἑαυτὸν εἶπε διὰ τὸ μορφὴν δούλου λαβεῖν. Ὅρα δὲ εἰ μὴ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεῖ ὁ λόγος φρονίμως ἑκάστῳ τὰ κατ' ἀξίαν χρῆσθαι, καὶ ἐπιστημόνως τὰς πνευματικὰς διατάσσειν τροφὰς καιρῷ ποσότητος, ποιότητος. Τὸ δὲ, Τίς ἄρα, εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἀλλ' ἵνα μὴ περιεργάζωνται. Ἁρμό ζει δὲ ὁ λόγος καὶ κατὰ παντὸς τοῦ ἐμπιστευθέντος τι παρὰ τοῦ Θεοῦ, εἴτε χρήματα, εἴτε ἀρχὴν, εἴτε δυναστείαν ἄλλην τινά. ∆εύτερον δὲ ἀπαιτεῖται ὁ οἰ κονόμος πίστιν καὶ φρόνησιν, ἵνα μήτε κλέψῃ τὰ δε σποτικὰ, ἀλλὰ καὶ δεόντως αὐτὰ οἰκονομήσῃ. Ἢ τὸν ἔχοντα πρὸς Θεὸν ἀγαθὴν συνείδησιν, καὶ μὴ ἀφ ιστάμενόν τινος τῶν δεόντων. Καὶ τὸν ὀρθῶς διδά σκοντα λέγει πιστόν. Φρόνιμον δὲ τὸν μὴ παραφερό μενον ταῖς τῶν αἱρετικῶν μωρολογίαις, ἀλλὰ διακρί νοντα τὸ ἀκριβὲς τοῦ λόγου, ἢ τὸν μὴ πειρόμενον 17.304 ἁμαρτίαις, διὰ τὸ μὴ ποικίλον καὶ πολύτροπον τῶν ἀνθρώπων. Τὸν εἰδότα πότε δεῖ ἐλέγξαι, ἢ ἐπιτι μῆσαι, ἢ παρακαλέσαι, ἢ διδάξαι· καὶ τίνας μὲν ποτί σαι δεῖ γάλα, τίσι δὲ μεταδοῦναι τῆς στερεᾶς τροφῆς. ΚΕΦ. ΚΕʹ. Στίχ. αʹ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐ ρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. ∆έκα παρθένοι εἶναί φασι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰ σθήσεις τοῦ ἔνδοθεν καὶ ἔξωθεν ἀνθρώπου, ἀποστά σας εἰδωλολατρείας καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν, τῷ παραδέξασθαι, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τὸν τοῦ Θεοῦ καθαρὸν λόγον, καὶ παρθενοποιηθῆναι. Εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι, καὶ αἱ ἐν παροιμίαις κεί μεναι, αἱ καὶ ἀνακολουθοῦσαι, ὡς αἱ ἀρεταὶ τῆς ὑπο στάσεως Χριστοῦ. ∆ιὸ καὶ ἐντοπειατ'. οὐχ αἱ μὲν μωραὶ, αἱ δὲ φρόνιμοι. Ἀλλὰ μία καὶ πᾶσαι ἐξ ῆλθον εἰς ἀπάντησιν, αἱ παραδεξάμεναι τὸ περὶ Χρι στοῦ μυστήριον. Ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης, σπεύδουσαι πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς. Ἄλλο Ὠριγένους. Ἕτερον ἡ παρθενία παρὰ τὴνἐλεημοσύνην, καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα· καὶ τοῦτο λήψει εἰς τὰς δέκα παρθένους. Φρόνιμοι μὲν οὖν αἱ τοῦ κατὰ λόγον βιοῦντος αἰσθήσεις· μωραὶ δὲ αἱ τοῦ ἐναντίως καὶ παρὰ τὸν ὀρθὸν λόγον πολιτευο μένου. Λαμπάδες ἡ πανάρετος πρᾶξις· ἔλαιον δὲ ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶ ξιν ἐργαζομένου. Καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ ζωτικοῦ τόνου. Οὐκ ἀπολλύουσιν οὖν τὰς λαμπάδας αἱ φρόνιμοι, οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰ σθήσεσι, διεγείροντες αὐτάς· τουτέστι τὰ λειτουρ γικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κόσμος λαμπάδων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις· ὀφθαλμῶν ἐπὶ τοῦ θαυμάζειν τὸν πεποιηκότα, καὶ μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν· ἀκοῆς καὶ παρα δεχομένης μάταιον, μήτε κρίσιν αἵματος, τοῦ δὲ ἴσου λόγου· γεύσεως αἰσθιούσης Χριστὸν τὸν Κύριον· ὀσφρήσεως Χριστοῦ εὐωδίᾳ ἀπολαυούσης, καὶ τοῦ ἐκ κενωθέντος μύρου· ἁφῆς ἁπτομένης τοῦ Λόγου, ὡς Ἰωάννης λέγει· Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Μεσονύκτιον δὲ γίνεται ἡ φωνή· ἐκείνῃ τῇ ὥρᾳ, ᾗ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ καὶ ὁ Χριστὸς ἀνέστη ἐκ τῶν νεκρῶν. Φωνή ἐστιν ἡ σάλπιγξ, ἡ τοὺς νεκροὺς ἐγείρουσα, καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ