συναλγῆσαι καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταυτὶ τὰ κακά. οὐδὲν γὰρ ἐνταῦθα τῆς παρανομίας αὐτῶν κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέροις ἐπαπεδύετο. ἐπειδὴ γὰρ ὁ εὐσεβέ στατος βασιλεὺς ἐπιπηδήσαντας τῇ ἐκκλησίᾳ ἀναισχύντως καὶ ἀδίκως ἐξέβαλεν, καὶ πολλοὶ τῶν ἐπισκόπων ἰδόντες αὐτῶν τὴν παρανομίαν εἰς τὰ ἑαυτῶν ἀνεχώρησαν, τὴν ἔφοδον αὐτῶν ὥσπερ πυρὰν πάντα ἐπινεμομένην φεύγοντες· ἡμεῖς μὲν πάλιν εἰς τὴν πόλιν ἀνεκαλούμεθα καὶ εἰς τὴν ἐκκλησίαν, ἧς ἀδίκως ἐξεβλήθημεν, ἐπισκόπων δὲ ἡμᾶς τριάκοντα εἰσαγαγόντων, καὶ τοῦ θεοσεβεστάτου βασιλέως νοτάριον εἰς τοῦτο ἀποστείλαντος, ἐκεῖνος <δὲ> ἐδραπέτευσεν εὐθέως, τίνος ἕνεκεν καὶ διὰ τί μὴ γινώσκοντες. εἰσελθόντες οὖν παρεκαλοῦμεν τὸν θεοσεβέστατον βασιλέα σύνοδον συναγαγεῖν εἰς ἐκδικίαν τῶν γεγενημένων. συνειδὼς τοίνυν ἅπερ ἔδρασε, καὶ τὸν ἔλεγχον δεδοικώς, τῶν γραμμάτων τῶν βασιλικῶν πανταχοῦ διαπεμφθέντων καὶ παν ταχόθεν πάντας συναγαγόντων, λάθρᾳ μέσον νυκτῶν εἰς ἀκάτιον ἑαυτὸν ἐμβαλών, οὕτως ἀπέδρα μεθ' ἑαυτοῦ πάντας ἐπαγόμενος. 12 ἀλλ' ἡμεῖς οὐδὲ οὕτως ἀπέστημεν, διὰ τὸ τῷ συνειδότι τῷ ἡμετέρῳ θαῤῥεῖν, τὰ αὐτὰ πάλιν παρακαλοῦντες τὸν εὐσε βέστατον βασιλέα. ὃς καὶ πρέποντα ποιῶν αὐτοῦ τῇ εὐσεβείᾳ, ἔπεμψε πάλιν πρὸς αὐτὸν ἐν τάχει ἐξ Αἰγύπτου ἀνιέναι καὶ τοὺς μετ' αὐτοῦ πάντας, ὥστε δοῦναι λόγον τῶν γεγενημένων, καὶ μὴ τὰ ἀδίκως οὕτως ἐκ μιᾶς μοίρας καὶ ἀπόντων ἡμῶν τολμηθέντα, καὶ παρὰ τοσούτους κανόνας, νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν αὐτοῦ. ὁ δὲ οὐδὲ βασιλικῶν ἠνέσχετο γραμμάτων, ἀλλ' ἔμενεν οἴκοι προβαλλόμενος στάσιν τοῦ δήμου καὶ σπουδὴν ἄκαιρόν τινων δῆθεν ἀντεχομένων αὐτοῦ· καί τοι γε πρὸ τῶν γραμμάτων τῶν βασιλικῶν αὐτὸς οὗτος ὁ δῆμος μυρίαις αὐτὸν ἦν πλύνας λοιδορίαις. ἀλλ' οὐ ταῦτα περιεργαζόμεθα νῦν· ἀλλ' ἐκεῖνο δεῖξαι βουλόμενοι, ὅτι κακουργῶν ἀπελήφθη, ταῦτ' εἰρήκαμεν. πλὴν οὐδὲ μετὰ ταῦτα ἡμεῖς ἡσυχάσαμεν, ἀλλ' ἐπε κείμεθα ἀξιοῦντες δικαστήριον γενέσθαι καὶ κρίσιν καὶ ἀκρόα σιν· ἕτοιμοι γὰρ ἦμεν δεῖξαι ἑαυτούς τε ἀνευθύνους ὄντας, ἐκείνους τε τὰ ἔσχατα παρανομήσαντας. ἦσαν δὲ καί τινες Σύροι τῶν τότε μετ' αὐτοῦ παρόντων ἐνταῦθα ἀπολειφθέντες οἳ κοινῇ μετ' αὐτοῦ τὸ πᾶν ἐδραματούργησαν. καὶ πρὸς τούτοις ἕτοιμοι ἦμεν δικάζεσθαι, καὶ πλειστάκις ἠνωχλήσαμεν ὑπὲρ τούτου, ἀξιοῦντες ἢ ὑπομνήματα ἡμῖν δοθῆναι, ἢ λιβέλλους κατηγόρων, ἢ φύσεις ἐγκλημάτων γνωρισθῆναι, ἢ αὐτοὺς τοὺς κατηγόρους· καὶ οὐ δενὸς τούτων ἐτύχομεν, ἀλλὰ πάλιν ἐξώσθημεν τῆς ἐκκλησίας. πῶς ἂν τὰ ἐντεῦθεν διηγησαίμην λοιπὸν πᾶσαν ὑπερβαίνοντα τραγῳδίαν; τίς ταῦτα παραστήσει λόγος; ποία χωρὶς φρίκης δέξεται ἀκοή; ἡμῶν γὰρ αὐτὰ ταῦτα, ἅπερ ἔμπροσθεν εἶπον, προτεινόντων, ἀθρόον στρατιωτῶν πλῆθος αὐτῷ τῷ μεγάλῳ σαββάτῳ, πρὸς ἑσπέραν λοιπὸν τῆς ἡμέρας ἐπειγομένης, ταῖς 13 ἐκκλησίαις ἐπεισῆλθον, τόν τε κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς βίαν ἐξέβαλον καὶ ὅπλοις τὸ βῆμα περιεστοιχίζετο. καὶ γυναῖκες τῶν εὐκτηρίων πρὸς τὸ βάπτισμα ἀποδυσάμεναι κατ' αὐτὸν τὸν καιρόν, γυμναὶ ἐφυγαδεύοντο ὑπὸ τοῦ φόβου τῆς χαλεπῆς ταύτης ἐφόδου, οὐδὲ τὴν πρέπουσαν εὐσχημοσύνην γυναιξὶ συγχωρούμεναι περιθέσθαι. πολλαὶ δὲ καὶ τραύματα δεξάμεναι ἐξεβάλλοντο, καὶ αἵματος αἱ κολυμβῆθραι ἐπλη ροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν τοιούτων τραυμάτων ἐφοινίσσετο νάματα. καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν· ἀλλ' ἔνθα τὰ ἅγια ἀπέκειντο, ἐλθόντες οἱ στρατιῶται (ὧν ἔνιοι, καθὼς ἔγνω μεν, καὶ ἀμύητοι ἦσαν) πάντα ἐθεώρουν τὰ ἔνδον· καὶ τὸ ἁγιώ τατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων ἱμάτια ἐξεχεῖτο. καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβα ρικῇ πάντα ἐτολμᾶτο. καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως ἔφευγεν· καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ αἱ ἐκκλησίαι τῶν λαῶν ἐγίνοντο, καὶ πλείους ἢ τεσσα ράκοντα ἐπίσκοποι, οἱ κοινωνοῦντες ἡμῖν, μετὰ τοῦ λαοῦ εἰκῆ καὶ μάτην ἐλαυνόμενοι. καὶ ὀλολυγαὶ πανταχοῦ καὶ οἰμωγαὶ καὶ κωκυτοὶ