1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

5

συνεργίας, τῶν ὀλίγον πρὸ ἡμῶν καὶ ἐφ' ἡμῶν διαλαμ ψάντων ἁγίων τὸν βίον πειρωμένῳ συγγράψαι, καὶ οἷόν τινα νομοθεσίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ προθεῖναι· τὰς τούτων τοίνυν προσευχὰς ἐπικλητέον καὶ τῆς διηγήσεως ἀρκτέον. 1.2 Νίσιβίς ἐστι πόλις ἐν μεθορίῳ τῆς Ῥωμαίων καὶ Περσῶν βασιλείας, ἣ πάλαι Ῥωμαίοις ἐδασμοφόρει καὶ ὑπὸ τὴν τούτων ἡγεμονίαν ἐτέλει· ἐκ ταύτης ὁρμώμενος ὁ μέγας Ἰάκωβος τὸν ἐρημικὸν καὶ ἡσύχιον ἠσπάσατο βίον καί, τὰς τῶν ὑψηλοτάτων ὀρῶν καταλαβὼν κορυφάς, ἐν ἐκείναις διῆγεν, ἐν ἔαρι μὲν καὶ θέρει καὶ μετοπώρῳ ταῖς λόχμαις χρώμενος καὶ ὄροφον ἔχων τὸν οὐρανόν· τὸν δὲ τοῦ χειμῶνος καιρὸν ἄντρον αὐτὸν ὑπεδέχετο, σκέπην βραχεῖαν παρέχον. Τροφὴν δὲ εἶχεν, οὐ τὴν μετὰ πόνου σπειρομένην καὶ φυομένην, ἀλλὰ τὴν αὐτομάτως βλαστά νουσαν· τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους καὶ λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος χρείαν. Περιττὴ δὲ ἦν αὐτῷ καὶ τῶν ἐρίων ἡ χρῆσις· αἱ γὰρ τραχύταται τῶν αἰγῶν τρίχες τὰ ἐκείνων ἐπλήρουν· ἐκ τούτων αὐτῷ καὶ χιτὼν ἐγίνετο, καὶ τὸ ἁπλοῦν περιβόλαιον. 1.3 Οὕτω τὸ σῶμα κατατρύχων, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ καί, τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων πνεύματος, "ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον ἀπόστολον, τὴν δόξαν κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος". Ἐντεῦθεν ἡ πρὸς τὸν θεὸν αὐτῷ παρρησία καθ' ἑκάστην ηὔξετο τὴν ἡμέραν καί, αἰτῶν ἃ τὸν θεὸν αἰτεῖν ἔδει, παραυτίκα ἐλάμβανεν. Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητικῶς προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς τοῦ παναγίου πνεύματος ἐδέξατο χάριτος. Τούτων ὀλίγα διηγήσομαι καὶ τῆς ἀποστολικῆς αὐτοῦ λαμπηδόνος τοῖς ἀγνοοῦσι τὴν ἀκτῖνα γυμνώσω. 1.4 Ἤκμαζε κατ' ἐκεῖνον τὸν καιρὸν ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία καὶ τὰ μὲν ἄψυχα ξόανα τὸ θεῖον σέβας ἐσφετερίζετο, ἡ δὲ τοῦ θεοῦ θεραπεία ὑπὸ τῶν πλείστων κατημελεῖτο· εὐκαταφρόνητοι δὲ ἦσαν οἱ κοινωνεῖν μὲν ἐκείνοις οὐκ ἐθέλοντες τῆς μέθης, ἀκριβῆ δέ, ἅτε δὴ καθεστηκότες, τὴν τῶν ὄντων διάκρισιν ἔχοντες καὶ τὴν μὲν τῶν εἰδώλων γελῶντες ἀσθένειαν, τὸν τῶν ὅλων δὲ προσκυνοῦντες δημιουργόν. Κατ' ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα κατέλαβε, τὰ φυτὰ τῆς εὐσεβείας ὀψόμενος καὶ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων. Πηγὴν δὲ αὐτοῦ τινα διϊόντος, κόραι τινὲς πλυνοῖς ἐφεστῶσαι καὶ ἱμάτια τοῖς ποσὶν ἀπορρύπτουσαι, οὐδὲ τοῦ σχήματος τὸ καινοπρεπὲς κατῃδέσθησαν, ἀλλὰ τὴν αἰδὼ ῥίψασαι, ἀπηρυ θριασμένῳ προσώπῳ καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὸν θεῖον ἄνθρωπον ἐθεώρουν, οὔτε τὰς κεφαλὰς συγκαλύπτουσαι, οὔτε τὰ ἀνεζωσμένα χαλῶσαι ἱμάτια. Τοῦτο δυσχεράνας ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ δεῖξαι τοῦ θεοῦ τὴν δύναμιν εἰς καιρὸν ἐθελήσας, ἵνα τῇ θαυματουργίᾳ τῆς ἀσεβείας ἐλευ θερώσῃ, ἐπηράσατο μὲν τῇ πηγῇ, καὶ φροῦδον παραυτίκα τὸ ῥεῖθρον ἐγένετο· ἐπηράσατο δὲ ταῖς μείραξι, καὶ τὴν ἀναίσχυντον αὐτῶν νεότητα προώρῳ ἐκόλασε πολιᾷ· καὶ εἵπετο τῷ λόγῳ τὸ ἔργον, καὶ τὸ μέλαν τῶν τριχῶν ἐνηλλάττετο καὶ ἐῴκεσαν νεοφύτοις δένδρεσιν ἐν ἔαρι μετοπωρινὰ φύλλα περικειμένοις. Οὕτως αἰσθόμεναι τῆς τιμωρίας-τῆς τε γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τὰς ἀλλήλων θεώμεναι κεφαλὰς ἑώρων τὴν ἀθρόαν ἐκείνην μεταβολήν-, ἔδραμον εἰς τὴν πόλιν τὸ συμβὰν ἀπαγγε λοῦσαι. Οἱ δὲ δραμόντες καὶ τὸν μέγαν καταλαβόντες Ἰάκωβον, ἱκέτευον χαλάσαι τὴν ὀργὴν καὶ λῦσαι τὴν τιμωρίαν. Ὁ δὲ μηδὲ βραχὺ μελλήσας, προσέφερε μὲν τῷ δεσπότῃ τὴν ἱκετείαν, ἐκέλευσε δὲ πάλιν ἀναβλύσαι τὰ νάματα· τὰ δὲ