ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΑΝΘΡΩΠΟΥ. Τῷ ἀδελφῷ δούλῳ Θεοῦ Πέτρῳ Γρηγόριος ἐπίσκοπος Νύσσης.

 ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Ἐν ᾧ τίς ἐστι μερικὴ περὶ τοῦ κόσμου φυσιολογία, καί τις ἁβροτέρα διήγησις περὶ τῶν προγεγονότων τῆς τοῦ ἀνθρώπου γενέσεως.

 ΚΕΦΑΛΑΙΟΝ Βʹ. Διὰ τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως ἡ τοῦ ἀνθρώπου φύσις.

 ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευή.

 ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Ϛʹ. Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγενείας, ἐν ᾧ καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων διελέγχεται δόγμα.

 ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προκαλυμμάτων ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα, καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες: ἐν ᾧ τις καὶ περὶ διαφορᾶς ψυχῶν φιλοσοφία.

 ΚΕΦΑΛΑΙΟΝ Θʹ. Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ σχῆμα πρὸς τὴν τοῦ λόγου χρείαν.

 ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖ.

 ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Ὅτι ἀθεώρητος ἡ τοῦ ἀνθρώπου φύσις.

 ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ἐξέτασις, ἐν τίνι τὸ ἡγεμονικὸν νομιστέον, ἐν ᾧ καὶ περὶ δακρύων καὶ περὶ γέλωτος φυσιολογία, καὶ θεώρημά τι φυσικὸν περὶ τῆς κατὰ τὴν

 ΚΕΦΑΛΑΙΟΝ. ΙΓʹ. Περὶ ὕπνου, καὶ χάσμης, καὶ ὀνείρων, αἰτιολογία.

 ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Ὅτι οὐκ ἐν μέρει τοῦ σώματος ὁ νοῦς. Ἐν ᾧ καὶ διάκρισις τῶν τε σωματικῶν καὶ ψυχικῶν κινημάτων.

 ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Ὅτι κυρίως ψυχὴ, ἡ λογικὴ καὶ ἔστι καὶ λέγεται: αἱ δ' ἄλλαι ὁμωνύμως κατονομάζονται. Ἐν ᾧ καὶ τὸ, διὰ παντὸς τοῦ σώματος διήκειν τὴν το

 ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ. Θεωρία τοῦ θείου ῥητοῦ εἰπόντος, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.» Ἐν ᾧ ἐξετάζεται, τίς ὁ τῆς εἰκόνος λόγος, καὶ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Τί χρὴ λέγειν πρὸς τοὺς ἐπαποροῦντας, εἰ μετὰ τὴν ἁμαρτίαν ἡ παιδοποιΐα, πῶς ἂν ἐγένοντο αἱ ψυχαὶ, εἰ ἀναμάρτητοι διέμειναν οἱ ἐξ ἀρχῆς

 ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Ὅτι τὰ ἄλογα ἐν ἡμῖν πάθη ἐκ τῆς πρὸς τὴν ἄλογον φύσιν συγγενείας τὰς ἀφορμὰς ἔχει.

 ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Πρὸς τοὺς λέγοντας, πάλιν ἐν βρώσει καὶ ἐν πόσει εἶναι τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, διὰ τὸ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ γεγράφθαι

 ΚΕΦΑΛΑΙΟΝ Κʹ. Τίς ἡ ἐν τῷ παραδείσῳ ζωὴ, καὶ τί τὸ ἀπηγορευμένον ξύλον.

 ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Ὅτι ἡ ἀνάστασις οὐ τοσοῦτον ἐκ τοῦ κηρύγματος τοῦ Γραφικοῦ, ὅσον ἐξ αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων ἀκολούθως ἐλπίζεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Πρὸς τοὺς λέγοντας, εἰ καλόν τι καὶ ἀγαθὸν ἡ ἀνάστασις, τί οὐχὶ ἤδη γέγονεν, ἀλλὰ χρόνων τισὶ περιόδοις ἐλπίζεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ὅτι ὁ τὴν ἀρχὴν τῆς τοῦ κόσμου συστάσεως ὁμολογῶν, ἀναγκαίως καὶ περὶ τοῦ τέλους συνθήσεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Ἀντίῤῥησις πρὸς τοὺς λέγοντας, συναΐδιον εἶναι τῷ Θεῷ τὴν ὕλην.

 ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦσαι τῇ Γραφῇ περὶ τῆς ἀναστάσεως διδασκούσῃ.

 ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.

 ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Ὅτι δυνατόν ἐστιν, εἰς τὰ τοῦ παντὸς στοιχεῖα τοῦ ἀνθρωπίνου σώματος ἀναλυθέντος, πάλιν ἐκ τοῦ κοινοῦ ἑκάστῳ τὸ ἴδιον ἀποσωθῆναι.

 ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Πρὸς τοὺς λέγοντας προϋφεστάναι τὰς ψυχὰς τῶν σωμάτων, ἢ τὸ ἔμπαλιν πρὸ τῶν ψυχῶν διαπεπλᾶσθαι τὰ σώματα. Ἐν ᾧ τις καὶ ἀνατροπὴ τῆς κατ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Κατασκευὴ τοῦ μίαν καὶ τὴν αὐτὴν ψυχῇ τε καὶ σώματι τὴν αἰτίαν τῆς ὑπάρξεως εἶναι.

 ΚΕΦΑΛΑΙΟΝ Λʹ. Θεωρία τις ἰατρικωτέρα περὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς δι' ὀλίγων.

IV. That the construction of man throughout signifies his ruling power11    The title in the Bodleian Latin ms. is:—“Of the kingly dignity of the human form.”.

1. For as in our own life artificers fashion a tool in the way suitable to its use, so the best Artificer made our nature as it were a formation fit for the exercise of royalty, preparing it at once by superior advantages of soul, and by the very form of the body, to be such as to be adapted for royalty: for the soul immediately shows its royal and exalted character, far removed as it is from the lowliness of private station, in that it owns no lord, and is self-governed, swayed autocratically by its own will; for to whom else does this belong than to a king? And further, besides these facts, the fact that it is the image of that Nature which rules over all means nothing else than this, that our nature was created to be royal from the first. For as, in men’s ordinary use, those who make images12    It is not clear whether the reference here is to painting or to sculpture, of which the product was afterwards painted. The combination of ἀναμάσσονται and συμπαραγράφουσι suggests the latter. of princes both mould the figure of their form, and represent along with this the royal rank by the vesture of purple, and even the likeness is commonly spoken of as “a king,” so the human nature also, as it was made to rule the rest, was, by its likeness to the King of all, made as it were a living image, partaking with the archetype both in rank and in name, not vested in purple, nor giving indication of its rank by sceptre and diadem (for the archetype itself is not arrayed with these), but instead of the purple robe, clothed in virtue, which is in truth the most royal of all raiment, and in place of the sceptre, leaning on the bliss of immortality, and instead of the royal diadem, decked with the crown of righteousness; so that it is shown to be perfectly like to the beauty of its archetype in all that belongs to the dignity of royalty.

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευή.

Καθάπερ γὰρ ἐν τῷ βίῳ τούτῳ καταλλήλως τῇ χρείᾳ σχηματίζεται παρὰ τῶν τεχνιτευόντων τὸ ὄργανον: οὕτως οἷόν τι σκεῦος εἰς βασιλείας ἐνέργειαν ἐπιτήδειον τὴν ἡμετέραν φύσιν ὁ ἀριστοτέχνης ἐδημιούργησε, τοῖς τε κατὰ τὴν ψυχὴν προτερήμασι καὶ αὐτῷ τῷ τοῦ σώματος σχήματι τοιοῦτον εἶναι παρασκευάσας, οἷον ἐπιτηδείως πρὸς βασιλείαν ἔχειν.

Ἡ μὲν γὰρ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσι πόῤῥω τῆς ἰδιωτικῆς ταπεινότητος κεχωρισμένον, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτεξούσιον, ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμένην. Τίνος γὰρ ἄλλον τοῦτο, καὶ οὐχὶ βασιλέως ἐστίν; Καὶ ἔτι πρὸς τούτοις, τὸ τῆς δυναστευούσης τῶν πάντων φύσεως εἰκόνα γενέσθαι, οὐδὲν ἕτερόν ἐστιν, ἢ εὐθὺς βασιλίδα δημιουργηθῆναι τὴν φύσιν. Ὥσπερ γὰρ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες, τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται, καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι, καὶ λέγεται κατὰ συνήθειαν καὶ ἡ εἰκὼν, βασιλεύς: οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς τὴν ἀρχὴν ἄλλων κατεσκευάζετο, διὰ τῆς πρὸς τὸν βασιλέα τοῦ παντὸς ὁμοιότητος, οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη, κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόματος: οὐ πορφυρίδα περικειμένη, οὐδὲ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐπισημαίνουσα (οὐδὲ γὰρ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν), ἀλλ' ἀντὶ μὲν τῆς ἁλουργίδος τὴν ἀρετὴν ἠμφιεσμένη, ὃ δὴ πάντων βασιλικώτατον ἐσθημάτων ἐστίν: ἀντὶ δὲ τοῦ σκήπτρου τῇ μακαριότητι τῆς ἀθανασίας ἐρειδομένη: ἀντὶ δὲ τοῦ βασιλικοῦ διαδήματος τῷ τῆς δικαιοσύνης στεφάνῳ κεκοσμημένη, ὥστε διὰ πάντων ἐν τῷ τῆς βασιλείας ἀξιώματι δείκνυσθαι δι' ἀκριβείας πρὸς τὸ ἀρχέτυπον κάλλος ὁμοιωθεῖσαν.