ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΑΝΘΡΩΠΟΥ. Τῷ ἀδελφῷ δούλῳ Θεοῦ Πέτρῳ Γρηγόριος ἐπίσκοπος Νύσσης.

 ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Ἐν ᾧ τίς ἐστι μερικὴ περὶ τοῦ κόσμου φυσιολογία, καί τις ἁβροτέρα διήγησις περὶ τῶν προγεγονότων τῆς τοῦ ἀνθρώπου γενέσεως.

 ΚΕΦΑΛΑΙΟΝ Βʹ. Διὰ τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως ἡ τοῦ ἀνθρώπου φύσις.

 ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευή.

 ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Ϛʹ. Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγενείας, ἐν ᾧ καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων διελέγχεται δόγμα.

 ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προκαλυμμάτων ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα, καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες: ἐν ᾧ τις καὶ περὶ διαφορᾶς ψυχῶν φιλοσοφία.

 ΚΕΦΑΛΑΙΟΝ Θʹ. Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ σχῆμα πρὸς τὴν τοῦ λόγου χρείαν.

 ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖ.

 ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Ὅτι ἀθεώρητος ἡ τοῦ ἀνθρώπου φύσις.

 ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ἐξέτασις, ἐν τίνι τὸ ἡγεμονικὸν νομιστέον, ἐν ᾧ καὶ περὶ δακρύων καὶ περὶ γέλωτος φυσιολογία, καὶ θεώρημά τι φυσικὸν περὶ τῆς κατὰ τὴν

 ΚΕΦΑΛΑΙΟΝ. ΙΓʹ. Περὶ ὕπνου, καὶ χάσμης, καὶ ὀνείρων, αἰτιολογία.

 ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Ὅτι οὐκ ἐν μέρει τοῦ σώματος ὁ νοῦς. Ἐν ᾧ καὶ διάκρισις τῶν τε σωματικῶν καὶ ψυχικῶν κινημάτων.

 ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Ὅτι κυρίως ψυχὴ, ἡ λογικὴ καὶ ἔστι καὶ λέγεται: αἱ δ' ἄλλαι ὁμωνύμως κατονομάζονται. Ἐν ᾧ καὶ τὸ, διὰ παντὸς τοῦ σώματος διήκειν τὴν το

 ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ. Θεωρία τοῦ θείου ῥητοῦ εἰπόντος, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.» Ἐν ᾧ ἐξετάζεται, τίς ὁ τῆς εἰκόνος λόγος, καὶ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Τί χρὴ λέγειν πρὸς τοὺς ἐπαποροῦντας, εἰ μετὰ τὴν ἁμαρτίαν ἡ παιδοποιΐα, πῶς ἂν ἐγένοντο αἱ ψυχαὶ, εἰ ἀναμάρτητοι διέμειναν οἱ ἐξ ἀρχῆς

 ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Ὅτι τὰ ἄλογα ἐν ἡμῖν πάθη ἐκ τῆς πρὸς τὴν ἄλογον φύσιν συγγενείας τὰς ἀφορμὰς ἔχει.

 ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Πρὸς τοὺς λέγοντας, πάλιν ἐν βρώσει καὶ ἐν πόσει εἶναι τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, διὰ τὸ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ γεγράφθαι

 ΚΕΦΑΛΑΙΟΝ Κʹ. Τίς ἡ ἐν τῷ παραδείσῳ ζωὴ, καὶ τί τὸ ἀπηγορευμένον ξύλον.

 ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Ὅτι ἡ ἀνάστασις οὐ τοσοῦτον ἐκ τοῦ κηρύγματος τοῦ Γραφικοῦ, ὅσον ἐξ αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων ἀκολούθως ἐλπίζεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Πρὸς τοὺς λέγοντας, εἰ καλόν τι καὶ ἀγαθὸν ἡ ἀνάστασις, τί οὐχὶ ἤδη γέγονεν, ἀλλὰ χρόνων τισὶ περιόδοις ἐλπίζεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ὅτι ὁ τὴν ἀρχὴν τῆς τοῦ κόσμου συστάσεως ὁμολογῶν, ἀναγκαίως καὶ περὶ τοῦ τέλους συνθήσεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Ἀντίῤῥησις πρὸς τοὺς λέγοντας, συναΐδιον εἶναι τῷ Θεῷ τὴν ὕλην.

 ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦσαι τῇ Γραφῇ περὶ τῆς ἀναστάσεως διδασκούσῃ.

 ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.

 ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Ὅτι δυνατόν ἐστιν, εἰς τὰ τοῦ παντὸς στοιχεῖα τοῦ ἀνθρωπίνου σώματος ἀναλυθέντος, πάλιν ἐκ τοῦ κοινοῦ ἑκάστῳ τὸ ἴδιον ἀποσωθῆναι.

 ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Πρὸς τοὺς λέγοντας προϋφεστάναι τὰς ψυχὰς τῶν σωμάτων, ἢ τὸ ἔμπαλιν πρὸ τῶν ψυχῶν διαπεπλᾶσθαι τὰ σώματα. Ἐν ᾧ τις καὶ ἀνατροπὴ τῆς κατ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Κατασκευὴ τοῦ μίαν καὶ τὴν αὐτὴν ψυχῇ τε καὶ σώματι τὴν αἰτίαν τῆς ὑπάρξεως εἶναι.

 ΚΕΦΑΛΑΙΟΝ Λʹ. Θεωρία τις ἰατρικωτέρα περὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς δι' ὀλίγων.

XXI. That the resurrection is looked for as a consequence, not so much from the declaration of Scripture as from the very necessity of things102    Otherwise Chap. xxii. The Bodleian ms. of the Latin version gives as the title:—“That the Divine counsel is immutable.”.

1. Wickedness, however, is not so strong as to prevail over the power of good; nor is the folly of our nature more powerful and more abiding than the wisdom of God: for it is impossible that that which is always mutable and variable should be more firm and more abiding than that which always remains the same and is firmly fixed in goodness: but it is absolutely certain that the Divine counsel possesses immutability, while the changeableness of our nature does not remain settled even in evil.

2. Now that which is always in motion, if its progress be to good, will never cease moving onwards to what lies before it, by reason of the infinity of the course to be traversed:—for it will not find any limit of its object such that when it has apprehended it, it will at last cease its motion: but if its bias be in the opposite direction, when it has finished the course of wickedness and reached the extreme limit of evil, then that which is ever moving, finding no halting point for its impulse natural to itself when it has run through the lengths that can be run in wickedness, of necessity turns its motion towards good: for as evil does not extend to infinity, but is comprehended by necessary limits, it would appear that good once more follows in succession upon the limit of evil; and thus, as we have said, the ever-moving character of our nature comes to run its course at the last once more back towards good, being taught the lesson of prudence by the memory of its former misfortunes, to the end that it may never again be in like case.

3. Our course, then, will once more lie in what is good, by reason of the fact that the nature of evil is bounded by necessary limits. For just as those skilled in astronomy tell us that the whole universe is full of light, and that darkness is made to cast its shadow by the interposition of the body formed by the earth; and that this darkness is shut off from the rays of the sun, in the shape of a cone, according to the figure of the sphere-shaped body, and behind it; while the sun, exceeding the earth by a size many times as great as its own, enfolding it round about on all sides with its rays, unites at the limit of the cone the concurrent streams of light; so that if (to suppose the case) any one had the power of passing beyond the measure to which the shadow extends, he would certainly find himself in light unbroken by darkness;—even so I think that we ought to understand about ourselves, that on passing the limit of wickedness we shall again have our conversation in light, as the nature of good, when compared with the measure of wickedness, is incalculably superabundant.

4. Paradise therefore will be restored, that tree will be restored which is in truth the tree of life;—there will be restored the grace of the image, and the dignity of rule. It does not seem to me that our hope is one for those things which are now subjected by God to man for the necessary uses of life, but one for another kingdom, of a description that belongs to unspeakable mysteries.

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Ὅτι ἡ ἀνάστασις οὐ τοσοῦτον ἐκ τοῦ κηρύγματος τοῦ Γραφικοῦ, ὅσον ἐξ αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων ἀκολούθως ἐλπίζεται.

Ἀλλ' οὐχ οὕτως ἐστὶν ἰσχυρὸν ἡ κακία, ὡς τῆς ἀγαθῆς ὑπερισχύσαι δυνάμεως: οὐδὲ κρείττων καὶ μονιμωτέρα τῆς, Θεοῦ σοφίας ἡ τῆς φύσεως ἡμῶν ἀβουλία. Οὐδὲ γάρ ἐστι δυνατὸν τὸ τρεπόμενόν τε καὶ ἀλλοιούμενον, τοῦ ἀεὶ ὡσαύτως ἔχοντος, καὶ ἐν τῷ ἀγαθῷ πεπηγότος, ἐπικρατέστερόν τε καὶ μονιμώτερον εἶναι: ἀλλ' ἡ μὲν θεία βουλὴ πάντη τε καὶ πάντως τὸ ἀμετάθετον ἔχει, τὸ δὲ τρεπτὸν τῆς φύσεως ἡμῶν οὐδὲ ἐν τῷ κακῷ πάγιον μένει. Τὸ γὰρ ἀεὶ πάντως κινούμενον, εἰ μὲν πρὸς τὸ καλὸν ἔχοι τὴν πρόοδον, διὰ τὸ ἀόριστον τοῦ διεξοδευομένου πράγματος οὐδέποτε λήξει τῆς ἐπὶ τὰ πρόσω φορᾶς. Οὐδὲ γὰρ εὑρήσει ζητουμένου πέρας οὐδὲν, οὗ δραξάμενον στήσεταί ποτε τῆς κινήσεως. Εἰ δὲ πρὸς τὸ ἐναντίον τὴν ῥοπὴν σχοίη. ἐπειδὰν διανύσῃ τῆς κακίας τὸν δρόμον, καὶ ἐπὶ τὸ ἀκρότατον τοῦ κακοῦ μέτρον ἀφίκηται: τότε τὸ τῆς ὁρμῆς ἀεικίνητον οὐδεμίαν ἐκ φύσεως στάσιν εὑρίσκον, ἐπειδὰν διαδράμῃ τὸ ἐν κακίᾳ διάστημα, κατ' ἀνάγκην ἐπὶ τὸ ἀγαθὸν τρέπει τὴν κίνησιν. Μὴ γὰρ προϊούσης κακίας ἐπὶ τὸ ἀόριστον, ἀλλ' ἀναγκαίοις πέρασι κατειλημμένης, ἀκολούθως ἡ τοῦ ἀγαθοῦ διαδοχὴ τὸ πέρας τῆς κακίας ἐκδέχεται. Καὶ οὕτω, καθὼς εἴρηται, τὸ ἀεικίνητον ἡμῶν τῆς φύσεως πάλιν ὕστατον ἐπὶ τὴν ἀγαθὴν ἀνατρέχει πορείαν, τῇ μνήμῃ τῶν προδεδυστυχημένων πρὸς τὸ μὴ πάλιν ἐναλῶναι τοῖς ἴσοις σωφρονιζόμενον. Οὐκοῦν ἔσται πάλιν ἐν καλοῖς ὁ δρόμος ἡμῖν, διὰ τὸ πέρασιν ἀναγκαίοις περιωρίσθαι τῆς κακίας τὴν φύσιν. Καθάπερ γὰρ οἱ δεινοὶ τὰ μετέωρα, τοῦ μὲν φωτὸς πάντα λέγουσι τὸν κόσμον εἶναι κατάπλεων, τὸ δὲ σκότος τῇ ἀντιφράξει τοῦ κατὰ τὴν γῆν σώματος ἀποσκιαζόμενον γίνεσθαι (ἀλλὰ τοῦτο μὲν κατὰ τὸ σχῆμα τοῦ σφαιροειδοῦς σώματος, κατὰ νώτου τῆς ἡλιακῆς ἀκτῖνος κωνοειδῶς κατακλείεσθαι, τὸν δὲ ἥλιον πολλαπλασίονι τῷ μεγέθει τὴν γῆν ὑπερβάλλοντα, πανταχόθεν αὐτὴν ταῖς ἀκτῖσιν ἐν κύκλῳ περιπτυσσόμενον, συνάπτειν κατὰ τὸ πέρας τοῦ κώνου τὰς τοῦ φωτὸς συμβολὰς, ὥστε καθ' ὑπόθεσιν, εἰ γένοιτό τινι δύναμις διαβῆναι τὸ μέτρον, εἰς ὅσον ἐκτείνεται ἡ σκιὰ, πάντως ἂν ἐν φωτὶ γενέσθαι μὴ διακοπτομένῳ ὑπὸ τοῦ σκότους): οὕτως οἶμαι δεῖν καὶ περὶ ἡμῶν διανοεῖσθαι, ὅτι διεξελθόντες τὸν τῆς κακίας ὅρον, ἐπειδὰν ἐν τῷ ἄκρῳ γενώμεθα τῆς κατὰ τὴν ἁμαρτίαν σκιᾶς, πάλιν ἐν φωτὶ βιοτεύσομεν, ὡς κατὰ τὸ ἀπειροπλάσιον πρὸς τὸ τῆς κακίας μέτρον τῆς τῶν ἀγαθῶν φύσεως περιττευούσης. Πάλιν οὖν ὁ παράδεισος, πάλιν τὸ ξύλον ἐκεῖνο, ὁ δὴ καὶ ζωῆς ἐστι ξύλον, πάλιν τῆς εἰκόνος ἡ χάρις, καὶ ἡ τῆς ἀρχῆς ἀξία. Οὔ μοι δοκεῖ τούτων οὐδὲν, ὅσα νῦν πρὸς τὴν τοῦ βίου χρείαν παρὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ὑπέζευκται: ἀλλ' ἑτέρας τινὸς βασιλείας ἐστὶν ἡ ἐλπὶς, ἧς ὁ λόγος ἐν ἀποῤῥήτοις μένει.