πεποίηκεν ἀνθρώπῳ, ὃς παρ' αὐτοῖς ὡς ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας. ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε τὸ ὄνομα τούτου ἔμαθον, ὃς πρὸ τούτου μέγας παρ' αὐτοῖς ἠκούετο· καὶ συγγνώμην ᾔτουν, διότι τοῦτον ἀγνοήσαντες μετὰ τῶν ἐσχάτων ἀρχαρίων ἔταξαν. Παρακαλέσαντες δὲ αὐτὸν πολλὰ, εἰς τὸ ἴδιον κοινόβιον ἐξέπεμψαν ἄκοντα καὶ ὀδυρόμενον, ἅτε δὴ μὴ συγχωρούμενον ἐκτελέσαι τὴν αὐτῷ φίλην ταπεί νωσιν καὶ ὑποταγήν. Ποιήσας οὖν ὀλίγον χρόνον ἐν τῷ αὐτοῦ μοναστηρίῳ, πάλιν πυρωθεὶς τῷ πόθῳ τῆς ταπεινώσεως καὶ ὑποταγῆς, ἐπιτηρήσας καιρὸν νυκτὸς, ἔφυγεν οὐκ ἔτι ξένην χώραν· ἀνελθὼν γὰρ εἰς πλοῖον ἦλθεν εἰς τὰ μέρη Παλαιστίνης, ἐλπίζων ἐκεῖσε εἰς τέλος διαλαθεῖν. Παραγενόμενος τοίνυν ἐν Παλαι στίνῃ ὥρμησεν εἰς τὸ μοναστήριον τὸ πλησίον τοῦ σπη λαίου ἔνθα ὁ ∆εσπότης Χριστὸς ἐτέχθη· ἐν ᾧ μοναστηρίῳ ἔτυχε τὸ τηνικαῦτα διατρίβων. Καὶ ἐκεῖσε δὲ παρα γενόμενος, οὐκ ἠδυνήθη λαθεῖν κατὰ τὴν δεσποτικὴν φωνὴν, τὴν φάσκουσαν· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Ἐλθόντες γὰρ ἀδελφοὶ ἀπὸ τῶν μερῶν τῆς Αἰγύπτου εἰς προσκύνησιν τῶν ἁγίων τόπων, καὶ ἐπιγνόντες αὐτὸν, πάλιν ἀπήγαγον εἰς τὸ ἴδιον κοινόβιον, πολλαῖς δεήσεσι καὶ ὀδυρμοῖς πεί σαντες αὐτόν. Τούτῳ τοίνυν τῷ ἁγίῳ ἀνδρὶ συνῴκησα ἐγὼ χρόνον ὀλίγον ἐν Αἰγύπτῳ· ἅπερ δὲ ἤκουσα αὐτοῦ νουθετοῦντος ἕνα ἀδελφὸν, ὃν παρουσίᾳ μου ἐδέξατο, διηγησάμενος πληρώσω τὸν λόγον. Ἔγνως, φησὶν, ἀδελφὲ, πόσας ἡμέρας πρὸ τῶν θυρῶν τῆς μονῆς διατελέσας σήμερον ἐδέχθης· ἐὰν τοίνυν μάθῃς τῆς δυσχερείας τὴν αἰτίαν, δυνήσεταί σοι ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐπιθυμεῖς ἐπιβῆναι, συμβα λέσθαι, καὶ δοῦλον Χριστοῦ σε ἀπεργάσασθαι πιστόν. Ὡς γὰρ τοῖς πιστῶς δουλεύουσι τῷ ∆εσπότῃ δόξα, τιμὴ πρὸς τὸ μέλλον ἐπήγγελται, οὕτως τιμωρίαι 28.865 βαρύταται τοῖς χλιαρῶς καὶ ῥᾳθύμως προσερχομέ νοις ταύτῃ τῇ ἐπαγγελίᾳ. Βέλτιον γάρ ἐστι κατὰ τὴν Γραφὴν μὴ εὔξασθαι, ἢ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι. Καὶ πάλιν εἴρηται· «Ἐπικατάρατος ὁ ποιῶν τὸ ἔργον τοῦ Κυρίου ἀμελῶς·» τούτου χάριν ἀπεστρα φόμεθά τε καὶ ἀνεβαλλόμεθα τοῦ δέξασθαι, οὐχ ὅτι τὴν σωτηρίαν σοῦ καὶ πάντων τῶν εἰς Χριστὸν πιστευόντων οὐκ ἐπιθυμοῦμεν, ἀλλ' ἵνα μὴ, προπε τῶς καὶ ὡς ἔτυχεν ὑποδεχόμενοι, ἡμεῖς μὲν παρὰ Θεῷ κουφότητος, καὶ εὐχόμενοι, δίκην ὑφέξωμεν, σὲ δὲ ὑπεύθυνον βαρυτέρας τιμωρίας καταστήσωμεν, εἰ πρὸς τὸ παρὸν εὐχερῶς, καὶ μὴ μαθόντα τὸ βάρος καὶ τὴν ἀκρίβειαν τοῦ ἐπαγγέλματος, καὶ μετὰ ταῦτα χαῦνος, καὶ ῥᾴθυμος ἀποδειχθῇς. ∆ιά τοι τοῦτο, καθὼς εἴρηται, τὴν αἰτίαν τῆς ἀποταγῆς ὀφείλεις γνῶναι, τί σε δεῖ ποιεῖν. Ἡ ἀποταγὴ τοίνυν οὐδὲν ἄλλο καθέστηκεν εἰ μὴ σταυροῦ καὶ θανάτου ἐπαγ γελία. Γίνωσκε τοίνυν ἀπὸ τῆς σήμερον ἡμέρας τεθνηκέναι σε, καὶ σταυροῦσθαι τῷ κόσμῳ, καὶ τὸν κόσμον σοι, κατὰ τὸν Ἀπόστολον· καὶ καταμάνθανε τίς ἡ δύναμις τῆς σταυρώσεως· ἐπειδὴ οὐκέτι λοιπὸν σὺ ζῇς, ἀλλ' ἐκεῖνος ἐν σοὶ ζῇ ὁ ὑπὲρ σοῦ σταυρω θείς. Τούτῳ τοίνυν τῷ τύπῳ καὶ τῷ σχήματι, ᾧ ὁ ∆εσπότης ὑπὲρ ἡμῶν ἐκρεμάσθη, καὶ ἡμᾶς ἐπ άναγκές ἐστιν ἐν τῷ κοινοβίῳ διάγειν, καθὼς εὔχεται καὶ ὁ μακάριος ∆αβὶδ ἐκ τοῦ φόβου τοῦ Θεοῦ παρα καλῶν καθηλωθῆναι τὰς σάρκας αὐτοῦ. Ὡς γὰρ ὁ τὸ σῶμα προσηλωμένον ἔχων τῷ ξύλῳ ἀκίνητός ἐστι πρὸς πᾶσαν ἐνέργειαν οἵαν θέλει, οὕτως ὁ τῷ θείῳ φόβῳ καθηλωμένον τὸν λογισμὸν, ἀκίνητος ὑπάρχει πρὸς πᾶν θέλημα σαρκικόν. Καὶ ὥσπερ ὁ σταυρῷ προσηλωμένος οὐκ ἔτι τὰ παρόντα λογίζεται, οὐδὲ τοῖς ἰδίοις θελήμασι συνδιατίθεται, οὐκ ἐπιθυμίᾳ ταράττεται, οὐ φροντίδι τοῦ κτᾶσθαι κατατείνεται, οὐχ ὑπερηφανίᾳ φυσιοῦται, οὐ φιλονεικίᾳ, οὐ φθόνῳ ἐξάπτεται, οὐ περὶ τῶν παρουσῶν ἀτιμιῶν ἀλγεῖ, οὐ τὰς παρελθούσας ὕβρεις ἀναμιμνήσκεται· μικρὸν γὰρ ὕστερον τὴν ἐκ τοῦ βίου ἔξοδον ἐκδέχεται διὰ τοῦ σταυροῦ· οὕτως ὁ ἀποταξάμενος γνησίως τῷ κόσμῳ, καὶ τῷ θείῳ φόβῳ ὡς ἐν σταυρῷ καθηλωμέ νος, τὴν ἐκ τοῦ βίου τούτου ἔξοδον καθ' ἑκάστην προσδεχόμενος,
6