1

 2

 3

 4

 5

 6

6

Χριστοῦ <οὐ> βαστάζομεν καὶ τὰς λύσεις οὐκ ἀποστρεφόμεθα, πλὴν τῷ λόγῳ, τάχα εἰκῇ τινες ἐν τῇ ἐκκλη σίᾳ συναγόμεθα.

9.1 Καὶ τοῦτο οὐκ ἀφήσω ἀμάρτυρον. 9.121 Φέρε, ἀπὸ τοῦ εὐαγγελίου παραθήσομαι. 9.122 Σαγήνῃ παρέβαλε τὴν ἑαυτοῦ βασιλείαν χαλασθείσῃ ἐν τῷ κόσμῳ καὶ πάμπολλα ἐκ παντὸς πλήθους συναγαγούσῃ. 9.123 Ὅτε εἰς τὸν αἰγιαλόν, φησί, τὰ καλὰ ἐπιλέγεσθε, τὰ δὲ σαπρὰ ἔξω βάλλετε. 9.124 Αὐτός φησι· Πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, οὐ διὰ τὸν ἐκλεγόμενον ὀλίγοι, ἀλλὰ διὰ τὸ μὴ εὑρίσκεσθαι ἐκλεκτούς. 9.125 Ὥσπερ γὰρ ἐν τῇ ἅλωνι πολλὰ συστρέφεται, ἐν δὲ τῇ ἀποθήκῃ ὀλίγα εἰσφέρεται, οὕτως ἐν τῇ Ἐκκλησίᾳ πολλοὶ συστρεφόμεθα, ἐν δὲ τῇ βασιλείᾳ ὀλίγοι εἰσαχθήσονται. 9.126 Τὸ γὰρ πλοῖον τῆς βασιλείας χωρεῖ καὶ ἐπιθύνει ἐπὶ βατῶν, καὶ οἱ βορεῖς οὐ παίζονται. 9.127 Οὔτε τὸ πλοῖον φθονεῖ, ἀλλὰ τὸ κοῦφον ἀποφέρεται. 9.128 Μηδεὶς οὖν κοῦφος, ἵνα μὴ ὡς ἄχυρα γένηται ἔξω διαχωριζόμενα. 9.129 Οὐδεὶς γὰρ λανθάνειν εὑρίσκεται. 9.130 Τὸ γὰρ πτύον ἐν τῇ χειρί, ὂν τοῦ τὴν ἅλωνα καθαίροντος θεοῦ, τὸ ἔγκαρπον τοῖς ἐγκάρποις μίγνυται· τὸ ἄχυρον δια χωρίζεται τῇ τοῦ πνεύματος διακρίσει, καὶ πυρί, ὡς ἀκούεις, παραδίδοται. 9.131 Καὶ ἄλλως δὲ ἐμανθάνομεν ἀκριβὲς τῆς ἐρευνήσεως ἡμῶν ἐν τῷ εὐαγγελίῳ. 9.132 Εἰσῆλθε γὰρ ὁ βασιλεύς, φησιν, ἰδεῖν τοὺς ἀνακει μένους καὶ εὗρε τὸν δοκοῦντα λανθάνειν. 9.133 Εἶπεν ὁ βασιλεύς. 9.134 Ἔπα θεν, ὡς ἤκουσε· τὸ γὰρ αὐτῷ λεχθὲν σκυθρωπόν. 9.135 Ὀκνῶ καὶ διὰ γλώττης φθέγξασθαι, καὶ διὰ τοῦτο λόγῳ οὐ καραπέμψω. 9.136 Οἱ γὰρ φιλομαθεῖς ἐπίστανται τὸν φοβερὸν λόγον τὸν πρὸς ἐκεῖνον καὶ τοὺς ὁμοιοτρόπους αὐτοῦ γεγενημένους. 9.137 Οὐ τὸ ἄριστον ἐλλείπει, ἀλλ' ὁ ἀνακείμενος ἀνάξιος ἦν τοῦ ἀρίστου. 9.138 Οὐχ ὁ βασιλεὺς φθονερός, ἀλλ' ὁ εἰσελθὼν οὐκ ἄξιον ἑαυτὸν παρεσκεύασεν, ἐπειδὴ πονηρὸς ὢν ἀνέκειτο. 9.139 Μηδεὶς οὖν αὐτὸ πάθοι, μηδεὶς πονηρός, ἵνα μὴ φιμωθῇ. 9.140 Οὕτω φιμώσατε τὰς τῆς σαρκὸς ὀρέξεις οἱ θέλοντες εὐσεβῶς ζῆν. 9.141 Τὰς γὰρ νεωτερικὰς ἐπιθυμίας φεύγειν ὁ Παῦ λος βοᾷ. 10.142 Οὐκ ἐπόθουν οὕτω φθέγξασθαι, ἀλλ' ἠναγκάσθην οὕτως εἰπεῖν, ἵνα σὺ ἀκούσας τὸ σκυθρωπὸν φύγῃς τὸ δεινόν.

10.143 Καὶ πότε φεύγειν χρή; 10.144 Νῦν ἡμέρα σωτηρίας. 10.145 Ὁποῖος θέλει εἶναι παρὰ Χριστῷ, οἶδας ὅτι ἔρχεται καιρὸς ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 10.146 Ἔρχεται νὺξ ὅτε ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν. 10.147 Ἔρχεται ἡμέρα ὅτε οὐδεὶς δύναται ἀναβαλέσθαι εἰς τὴν αὔριον. 10.148 Οὐ γάρ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου καὶ ἐν τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι; 10.149 Εἰ οὖν οὕτως ὁ ὅρος, ἀδελφοί, καὶ οὐ δυνάμεθα παρελθεῖν ἢ παρελθόντας λανθάνειν οὐκ ἔστι, προφθάσωμεν τὸ πρόσω πον αὐτοῦ ἐν ἐξομολογήσει. 10.150 Προφθάσωμεν, ἵνα μὴ προφθασθῶμεν. 10.151 Νικήσωμεν τὰ κακὰ ἐν τοῖς καλοῖς, ἵνα μὴ εὑρε θῶμεν ἐν τοῖς κακοῖς. 10.152 Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα καθαροὶ καθαρῷ φανέντες, καθαρὸν στέφανον κομισώμεθα διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι' οὗ τῷ πατρὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν