1

 2

 3

 4

 5

 6

 7

 8

6

φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν), καὶ αὐτὸ οὐκ ἦν μετ' ἐμοῦ, καταλεῖψάν με καὶ ἀναχωρῆσαν, Ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Ἀναχωρῆσαν τοίνυν ἀπ' αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἔρημον αὐτὸν κατέλιπεν μετὰ τὸ ταραχθῆ ναι αὐτοῦ τὴν καρδίαν, καὶ ἐξατονῆσαι αὐτοῦ τὴν ἰσχύν. Τότε γὰρ καὶ τὸ φῶς τῶν ὀφθαλμῶν αὐτοῦ ἔρημον αὐτὸν εἴασεν. Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι, καὶ οἱ πλησίον αὐτοῦ, οἱ τὸν πάντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν, Μακρόθεν ἔστησαν, οὐκέτι αὐτῷ συνεῖναι βουλόμενοι, πόῤῥωθεν ἀπο κλαιόμενοι, ὡς ἔοικε, φίλου συμφοράν. Τίνες δὲ ἦσαν, ἀλλ' ἢ οἱ ἐπὶ τοῖς προτέροις αὐτοῦ ἀγαθοῖς χαίροντες, ἄγγελοι δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ Θεοῦ, τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτη ρίᾳ; εἴ γε, ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι, ἐν τοῖς οὐρα νοῖς χαρὰ γίνεται· Καὶ παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. Καὶ οὗτοι οὖν πάν τες οἱ τοῦ ∆αβὶδ φίλοι, κατὰ τὸν τῆς ἁμαρτίας αὐτοῦ καιρὸν ἀνεχώρουν ἀποστρεφόμενοι· οὐ μὴν πάντη αὐτὸν κατελίμπανον, μακρὰν δὲ ἑστῶτες ἐπέστενον· ὃ δὴ καὶ αὐτὸ διδάσκει, λέγων· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν, καὶ ἔστησαν. Καὶ οἱ ἔγγιστά μου, ἀπὸ μακρόθεν ἔστη σαν. Ὧν μακράν μου γενομένων, ἄλλοι τινὲς οἱ τὴν ἁμαρτίαν ἐνεργοῦντες πλησίον μου γενόμενοι, ἐξ εβιάζοντο, καὶ τῆς ἐμῆς ψυχῆς κατέπαιζον. ∆ιὸ ἐπάγει, λέγων· Ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.

Πάλαι γὰρ οὗτοι διψῶντες τοῦ ἐμοῦ αἵματος, καὶ ἐκ μακρῶν χρόνων εὐχόμενοι θεάσασθαί μου τὴν πτῶσιν, ὡσανεὶ καιροῦ λαβόμενοι, ὅτε εἶδον καταλείψασάν με τὴν ἰσχύν μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου ἀναχωρῆσάν μου, τούς τε φίλους μου καὶ τοὺς πλησίον μου μακράν μου γενομένους· πα ραχρῆμα ἐπιπηδήσαντες ἐξεβιάζοντο τὴν ψυχήν μου, καὶ ὡς ἂν ἐθελόκακοι, Ἐλάλησαν ματαιότητας, ἔνδον ὑποβάλλοντές μου τῇ ψυχῇ ματαίους λόγους· ἀλλὰ καὶ σὺν δόλῳ θέλγοντες καὶ ἀπατῶντες, ὡς ἐπὶ ἀγαθοῖς ἐδελέαζον, καθέλκοντές με εἰς τὴν ἁμαρτίαν. ∆ιὸ ἐπάγει· Καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 30.100 Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενό μην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἐπειδὴ οἱ ζητοῦν τες τὴν ψυχήν μου, εὗρον αὐτὴν, εἶθ' εὑρόντες κατ έπαιζον, ἐπέβησαν δὲ ἐπιτωθάζοντες τοῖς ἐμοῖς κακοῖς· εἶτα ἐλάλουν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν. Ἐπὶ τούτοις ἐγὼ ἔρημος γεγονὼς τῶν ἐμαυ τοῦ φίλων, οὐδὲν εἶχον λέγειν, αἰσχύνης πεπληρω μένος· διὸ ὡσεὶ κωφὸς οὐκ ἤκουον· ἀλλ' ὁ πάλαι λογιώτατος, καὶ τῇ παρούσῃ σοφίᾳ σεσοφισμένος γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Οὐδεὶς γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν· οὐδ' εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, ἅπαξ ὑπ' αὐτῶν νενικημένος· ἀλλ' ἤμην Ὡς ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἠλεγχόμην γὰρ αὐ τὸς, ἀλλ' οὐκ ἤλεγχον, οὐδὲ εἶχον παῤῥησίαν, αἰσχύνῃ κεκαλυμμένος. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον, μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σα λευθῆναι πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Τὰ δὴ συμβεβηκότα μοι ταῦτα. ∆ιὸ γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἔχων ἐλεγμούς· διὸ οὐδὲν πρὸς τοὺς ἐχθροὺς ἔλεγον, ὡς ἂν ὑπ' αὐ τῶν νενικημένος. Οὐ μὴν διὰ τοῦτο ἀπέγνων ἐμαυ τοῦ· συνῆγον δὲ πάλιν ἐμαυτὸν, τῆς μὲν ἁμαρτίας ὡς θανάτου ἀποπηδήσας, τοῖς δὲ τῆς ἐξομολογήσεως φαρμάκοις τὸ ἐμαυτοῦ ἕλκος ἰώμενος. Καὶ τοὺς προσοζέσαντάς μοι μώλωπας ἀπὸ τῆς ἀφροσύνης μου, θεραπείας