προγύμνασμα τῶν θειοτέρων ἐποιεῖτο τὰ ἀνθρώπινα. Καταγαγόντες τοίνυν ἐξ Ἀβραὰμ τοὺς χρόνους ἐπὶ Μωσέα, ἀρξώμεθα πάλιν ἐνταῦθα ἑτέρας ἐτῶν ἀρχῆς, τὴν Μωσέως γένεσιν προαναθέντες τῶν ἀριθμῶν. Ἑβδόμῳ ἔτει Μωσέως Προμηθέα καὶ Ἐπιμηθέα, Ἄτλαντά τε τὸν Προμηθέως ἀδελφόν, ἔτι δὲ καὶ Ἄργον τὸν πανόπτην γενέσθαι φασί. Τριακοστοῦ πέμπτου ἔτους Μωσέως, πρῶτος βεβασίλευκεν Ἀθήνησι Κέκροψ ὁ ἐπίκλην διφυής· τοῦτόν φασι πρῶτον ἀνθρώπων ἱερεῦσαι βοῦν, ὀνομάσαι τε ∆ία τὸν παρ' Ἕλλησιν ὕπατον τῶν θεῶν, ὡς αὐτοί φασιν. Ἑξηκοστῷ καὶ ἑβδόμῳ ἔτει Μωσέως τὸν ἐπὶ ∆ευκαλίωνος κατακλυσμὸν ἐν Θεσσαλίᾳ γενέσθαι φασί, καὶ μὴν καὶ ἐν Αἰθιοπίᾳ τόν, ὡς αὐτοί φασιν, Ἡλίου παῖδα καταφλεχθῆναι Φαέθοντα. Ἑβδομηκοστῷ τετάρτῳ ἔτει Μωσέως, Ἕλλην οὕτω καλούμενος ὁ ∆ευκαλίωνος καὶ Πύρρας παῖς ἀρχὴ γέγονε τοῖς Ἕλλησι τῆς τοιᾶσδε προσηγορίας, καίτοι πάλαι Γραικοῖς λεγομένοις. 1.12 Ἑκατοστῷ καὶ εἰκοστῷ ἔτει Μωσέως, ∆άρδανος κτίζει πόλιν ∆αρδανίαν, βασιλεύοντος Ἀσσυρίων Ἀμύντα, Ἀργείωνδὲ Σθενέλου, Αἰγυπτίων Ῥαμεσῆ· ἐκαλεῖτο δὲ Αἴγυπτος καὶ αὐτὸς καὶ ὁ ∆αναοῦ ἀδελφός. Ἑκατοστῷ ἑξηκοστῷ ἔτει μετὰ Μωσέα Κάδμος Θηβῶν ἐβασίλευσεν, οὗ θυγάτηρ Σεμέλη, ἐξ ἧς ὁ ∆ιόνυσος, ὡς αὐτοί φασιν, ἐκ ∆ιός· ἦν δὲ τὸ τηνικάδε καὶ Λίνος ὁ Θηβαῖος καὶ Ἀμφίων οἱ μουσουργοί. ∆ιεδέξατο δὲ τὸ τηνικάδε τὴν παρ' Ἑβραίοις ἱερωσύνην Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρών, τελευτήσαντος δηλονότι τοῦ Ἀαρών. Ἑκατοστῷἐνενηκοστῷ καὶ πέμπτῳ ἔτει μετὰ Μωσέα φασὶ γενέσθαι τὴν παρ' Ἕλλησιν ᾀδομένην τῆς Κόρης ἁρπαγὴν ὑπὸ Αἰδωνέως βασιλεύοντος Μολοττῶν· οὗτος κύνα παμμεγέθη θρέψαι λέγεται τὸν Κέρβερον, ὃν ἐπαφῆκε Πειρίθῳ καὶ Θησεῖ ἀφικομένοις ἐφ' ἁρπαγὴν τῆς αὑτοῦ γυναικός· εἶτά φασιν ὅτι διαφθαρέντος Πειρίθου παρατυχὼν Ἡρακλῆς Θησέα ἐρρύσατο· διὸ καὶ ἐξ ᾅδου φυγεῖν μυθολογοῦσιν αὐτόν. ∆ιακοσιοστῷ ἐνενηκοστῷ ἔτει, Περσεὺς ∆ιόνυσον ἀναιρεῖ, οὗ καὶ τὴν ταφὴν εἶναί φασιν ἐν ∆ελφοῖς παρὰ τὸν χρυσοῦν Ἀπόλλωνα. Τριακοσιοστῷ πεντηκοστῷ καὶ πέμπτῳ ἔτει μετὰ Μωσέα, βασιλεύει Πρίαμος μετὰ Λαομέδοντα. Τετρακοσιοστῷ δεκάτῳ ἔτει μετὰ Μωσέα, πεπόρθηται τὸ Ἴλιον, ἰθύνοντος τὰ Ἑβραίων Ἐσσεβών, τὰ δὲ Ἀργείων Ἀγαμέμνονος, τὰ δε Αἰγυπτίων Οὐαφρῆ, τὰ δὲ Ἀσσυρίων Ταυτάνου. 1.13 Συνάγεται τοίνυν ἀπὸ τῆς Μωσέως γενέσεως μέχρι τοῦ ἁλῶναι τὸ Ἴλιον ἔτη τετρακόσια δέκα. Καί μοι πάλιν ἄθρει τοὺς καθεξῆς· ἐρῶ γὰρ ἐπιδρομάδην, οὐ τοῖς διὰ μέσου γεγονόσιν ἐμφιλοχωρῶν, ἐφορμίζων δὲ μᾶλλον τοῖς ἀναγκαίοις τῶν προσώπων τὸν λόγον. Τοίγαρτοι πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως βεβασίλευκε Λατίνων Αἰνείας, Ἀθηναίων δὲ ∆ημοφῶν ὁ Θησέως, κριτὴς δὲ ἦν παρ' Ἑβραίοις ὁ Σαμψών. Ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως τετέλευκε μὲν ὁ ἱερεὺς Ἠλεί, κατά γε τὸ γεγραμμένον ἐν τῇ πρωτῇ τῶν Βασιλειῶν· ἀλλόφυλοι δὲ τὴν κιβωτὸν εἰς τὴν ἑαυτῶν ἀπεκόμισαν, προφητεύοντος μὲν τοῦ μακαρίου Σαμουήλ, κεχρισμένου δὲ λοιπὸν εἰς βασιλέα τοῦ Σαούλ. Ἑκατοστῷ ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίουἁλώσεως, Ὅμηρον καὶ Ἡσίοδόν φασι γενέσθαι, βασιλεύοντος Λακεδαιμονίων Λαβώτου, Ἀσσυρίων δὲ Λαοσθένους, Λατίνων Ἄλβα Σιλουίου, Κορινθίων Ἀγελάου. ∆ιακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, προεφήτευον Ἠλίας καὶ Ἐλισσαῖος, διέποντος, τὴν Ἑβραίων βασίλειαν τοῦ Ἰωράμ, Λακεδαιμονίων δὲ Ἀρχελάου. Τριακοσιοστῷ ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, Λυκοῦργος Λακεδαιμονίοις ἐνομοθέτει, βασιλεύοντος Κορινθίων μὲν Ἀγήμονος, Λατίνων δὲ Πρόκα Σιλουίου. Τριακοσιοστῷ καὶ ὀγδοηκοστῷ ἔτει τῆς Ἰλίου ἁλώσεως, προεφήτευον Ὠσηέ, Ἀμώς, Ἠσαΐας, Ἰωνᾶ Φασὶ δέ τινες οὐχ ὁμόχρονον Ὁμήρῳ τὸν Ἡσίοδον εἶναι, ἀλλ'ἐν τούτοις γενέσθαι τοῖς χρόνοις,