ὀξυτάτην Θεοῦ φιλανθρώπου μεταβολήν. Πλήν φησι· Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου· πολ λοὺς μὲν διὰ τὴν δικαιοσύνην εἶχες ἐχθροὺς, ἀλλ' ἐφρούρει σε ἡ σωφροσύνη· προδοὺς δὲ τὸ μέγιστον ὅπλον, ἑτοίμους ἑστῶτας ἔχεις κατὰ σοῦ τοὺς ἐχθροὺς ἐπαναστάντας. 2.12 Ὁ μὲν οὖν προφήτης οὕτως αὐτὸν παρεμυθήσατο, ὁ δὲ μακάριος ∆αβὶδ, εἰ καὶ τὰ μάλιστα ἤκουσεν, ὅτι Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐκ ἀπέστη τῆς μετανοίας ὁ βασιλεύς· ἀλλὰ περιεβάλετο μὲν σάκκον ἀντὶ πορφύρας, ἀντὶ δὲ χρυσοκολλήτων θρόνων, ἐπὶ σποδοῦ καὶ γῆς ὁ βασιλεὺς ἐκαθέζετο. Καὶ οὐκ ἐπὶ σποδοῦ μόνον ἐκάθητο, ἀλλὰ καὶ σποδὸν εἶχε τὴν βρῶσιν, καθὼς καὶ αὐτός φησιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον [καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων]. Ἐξέτηξε δάκρυσι τὸν ἐπιθυμητὴν ὀφθαλμόν· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, λέγων, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἀρχόντων παρακαλούντων φαγεῖν ἄρτον, οὐκ ἐπείθετο· εἰς ἑβδόμην ὁλόκληρον ἡμέραν παρέτεινε τὴν νηστείαν. Εἰ βασιλεὺς οὕτως ἐξωμολογεῖτο, σὺ ὁ ἰδιώτης οὐκ ὀφείλεις ἐξομολογήσασθαι; Καὶ μετὰ τὴν τοῦ Ἀβσαλὼμ ἐπανάστασιν, πολλῶν οὐσῶν ὁδῶν αὐτῷ τῆς φυγῆς, διὰ τοῦ ὄρους τῶν Ἐλαιῶν φεύγειν εἵλατο, μονονουχὶ τῇ διανοίᾳ τὸν ἀναβησόμενον εἰς τοὺς οὐρανοὺς ἐκεῖθεν λυτρωτὴν ἐπικαλούμενος· καὶ καταρωμένου πικρῶς αὐτὸν τοῦ Σεμεῒ λέγει, Ἄφετε αὐτόν· ᾔδει γὰρ, ὅτι τῷ ἀφιέντι ἀφεθήσεται. 2.13 Βλέπεις ὅτι καλὸν τὸ ἐξομολογήσασθαι. Βλέπεις ὅτι τοῖς μετανοοῦσίν ἐστι σωτηρία. Καὶ Σαλομὼν ἐκπέπτωκεν· ἀλλὰ τί φησιν; Ὕστερον ἐγὼ μετενόησα. Καὶ ὁ Ἀχαὰβ ὁ τῆς Σαμαρείας βασιλεὺς, γέγονε παρανομώτατος εἰδωλολάτρης, ἐξαίσιος, ὁ προφητοκτόνος, ὁ ἀλλότριος τῆς εὐσεβείας, ἀγρῶν ἐπιθυμητὴς καὶ ἀμπελώνων ἀλλοτρίων· ἀλλ' ὅτε τὸν Ναβουθαὶ διὰ τῆς Ἰεσαβὲλ ἀπέκτεινεν, ἐλθόντος Ἡλίου τοῦ προφήτου καὶ μόνον ἐπα πειλήσαντος, διέῤῥηξε τὰ ἱματία, καὶ περιεβάλλετο σάκκον. Καὶ τί φησιν ὁ φιλάνθρωπος Θεὸς πρὸς τὸν Ἡλίαν; Ἑώρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; μονονουχὶ πείθων τὸ διάπυρον τοῦ προφήτου, συγκαταβῆναι τῷ μετανοοῦντι. Οὐκ ἐπάξω, [γάρ φησι] τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ· καὶ ὅμως, μέλλοντος αὐτοῦ μετὰ τὴν συγχώρησιν οὐκ ἀφίστασθαι τῆς πονηρίας, συγχωρεῖ ὁ συγχωρῶν· οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλὰ τῷ παρόντι τῆς μετανοίας καιρῷ κατάλληλον τὴν συγχώρησιν δωρούμενος. ∆ικαίου γὰρ δικαστοῦ ἐστι, πρὸς ἕκαστον τῶν γεγεννημένων προσφόρως ἀποκρίνασθαι. 2.14 Πάλιν Ἱεροβοὰμ εἱστήκει θύων τοῖς εἰδώλοις ἐπὶ τῷ βωμῷ. Ξηρὰ γέγονεν αὐτοῦ ἡ χεὶρ, ἐπειδὴ ἐκέλευσε συλληφθῆναι τὸν ἐλέγχοντα προφήτην· ἀλλὰ τῇ πείρᾳ γνοὺς τὴν ἐνέργειαν τοῦ παρόντος, λέγει· ∆εήθητι τοῦ Κυρίου ὑπὲρ ἐμοῦ. Καὶ διὰ τοῦτο τὸ ῥῆμα πάλιν ἀπεκατέστη ἡ χεὶρ αὐτοῦ. Εἰ τὸν Ἱεροβοὰμ ἰάσατο ὁ προφήτης, σὲ Χριστὸς ἆρα οὐ δύναται τῶν ἁμαρτιῶν ἰασάμενος ἐλευθερῶσαι; Γέγονε καὶ Μανασσῆς παρανομώτατος, ὁ τὸν Ἡσαΐαν πρίσας, καὶ ἐν παντοίαις εἰδωλολατρείαις μιανθεὶς, καὶ πλήσας αἱμάτων ἀθώων τὴν Ἱερουσαλήμ· ἀλλὰ αἰχμάλωτος ἀχθεὶς εἰς Βαβυλῶνα, τῇ πείρᾳ τῶν κακῶν εἰς μετανοίας ἰατρείαν συνεχρήσατο. Λέγει γὰρ ἡ γραφὴ, ὅτι ἐταπεινώθη Μανασσῆς ἐνώπιον Κυρίου, καὶ προσηύξατο, καὶ εἰσήκουσε Κύριος, καὶ ἐπανήγαγεν αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ. Εἰ ὁ τὸν προφήτην πρίσας, διὰ μετανοίας ἐσώθη· σὺ δὲ, μηδὲν τοσοῦτον ἐργασάμενος οὐ σωθήσῃ; βλέπε μὴ τῇ δυνάμει τῆς μετανοίας μάτην ἀπιστήσῃς. 2.15 Βούλει γνῶναι πόσον ἰσχύει μετάνοια; θέλεις γνῶναι τὸ καρτερὸν τῆς σωτηρίας ὅπλον, καὶ μαθεῖν πόσον ἐξομολόγησις ἰσχύει; Ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐχθρῶν Ἐζεκίας δι' ἐξομολογήσεως ἐτρέψατο· μέγα μὲν ἀληθῶς καὶ τοῦτο, ἀλλὰ ἔτι μικρὸν πρὸς τὸ ῥηθησόμενον. Ἀπόφασιν θείαν ἐξενεχθεῖσαν ἀνεκαλέσατο διὰ μετανοίας ὁ αὐτός. Νοσήσαντι γὰρ αὐτῷ φησιν ὁ Ἡσαΐας· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Ποία λοιπὸν προσδοκία; ποία ἐλπὶς εἰς σωτηρίαν τοῦ προφήτου λέγοντος· ἀποθνήσκεις γὰρ σύ; Ἀλλ' οὐκ ἀπέστη τῆς μετανοίας Ἐζεκίας, μεμνημένος δὲ τοῦ