1

 2

 3

 4

 5

 6

 7

 8

6

αὐτεξούσιον. Ἀγαθὸν γὰρ αὐτὸν ἐβούλετο εἶναι, ἑκουσίως αἱρούμενον τὸ ἀγαθόν. Οὐδεὶς γὰρ γενητῶν ἄκων ἀγαθὸς εἶναι δύναται· ἀλλὰ πάντες οἱ ὄντες ἀγαθοὶ ἑκουσίως εἰσὶν τοιοῦτοι. Ἔδει τοίνυν τὸν προαιρέσει τῇ ἑαυτοῦ ἀγαθὸν ἐσόμενον, δύναμιν ἔχειν τὴν αὐτὴν τῇ ἐπιτηδειότητι πρὸς ἀνάληψιν τοῦ ἀγαθοῦ. Εἵπετο δὲ τὸ δεκτικὸν τοῦ ἀγαθοῦ καὶ κακοῦ δεκτικὸν εἶναι· οὕτω κατεσκευασμένῳ τῷ λογικῷ, πρὸς ἀρετὴν καὶ κακίαν δύναμιν ἔχειν, ἐντολὴ δέδοται ὅπως τὴν μὲν ἀρετὴν κατ' ἐνέργειαν, τὴν δὲ κακίαν κατ' ἐπιτηδειότητα μόνην ἔχει. Ὁ γὰρ τοῦ δημιουργήσαντος νόμος προτρέπει, καὶ ἀλείφει, καὶ συνεργεῖ πρὸς ἀρετὴν, ἀποτρέπων τὴν φύσιν τῆς κακίας. Κἂν τοίνυν ἐνυπάρχῃ δύναμις κακίας ἐν τῷ λογικῷ, οὐ διὰ τὴν δύναμιν φαῦλον τοῦτο. Ἀμφοτέρων γὰρ, ἀρετῆς καὶ κακίας λέγω, αἱ δυνάμεις καὶ προαιρέσεις. Αἱρούμεθα γὰρ ἀρετῆς ἔχειν δύναμιν, ἵνα καὶ ἀναλαβεῖν κατ' ἐνέργειαν δυνώμεθα· αἱρούμεθα καὶ κακίας ἔχειν δύναμιν. Τότε γὰρ αὐτὴν ἔχομεν, ὅταν ἐν ἐνεργείᾳ τὴν ἀρετὴν ἔχωμεν. Καὶ οὐχ ἡμῶν μόνων ἡ δόξα αὕτη, ἀλλὰ καὶ πάντων ὀρθῶς περὶ τῶν λογικῶν ζώων φιλοσοφησάντων. Κἂν τοίνυν τὴν οὐσίαν τὴν καλουμένην διάβολον ὁ Θεὸς ἐποίησεν, οὐχὶ διάβολον αὐτὴν ἐδημιούργησεν, ἀλλὰ δεκτικὴν ἀρετῆς, ἵνα ταύτην ἔχῃ· καὶ δεκτικὴν κακίας, ἵνα ταύτης ἀπέχηται. Ἐπεὶ γὰρ ἀσυνάρπακτος ἡ ἀρετὴ τῇ κακίᾳ, φίλη δὲ τῷ Θεῷ ἡ ἀρετὴ, ἀμφοτέρων τὰς δυνάμεις ἐνιεὶς τῷ λογικῷ διὰ τοῦτο ἐνῆκεν αὐτὰς, ἵνα τὴν μὲν εἰς ἐνέργειαν μεταλάβωμεν, τῆς δὲ ἑτέρας δυνάμεως τοῦ τέλους, ὅπερ ἐστὶν ἡ ἐνέργεια, ἀπεχώμεθα. Ὥστε γέγονεν πᾶν λογικὸν ἐπὶ τῷ σπουδαῖον εἶναι, καὶ μὴ φαῦλον. Εἴ τινα οὖν τῶν λογικῶν τὴν ἐναντίαν δεδράμηκεν τῷ πεποιηκότι καὶ προνοουμένῳ, οὐ τοῦ ποιήσαντος καὶ νομοθετήσαντος ἡ αἰτία, ἀλλὰ τῶν ἀντιτεινάντων πρὸς τοὺς δοθέντας καὶ πρὸς τοὺς προνοουμένους νόμους. Ὁρῶμεν γοῦν καὶ εἰς ἡμᾶς αὐτοὺς, ἀεὶ ταῦτα γινόμενα, ἃ παιδεύομεν τὰ τέκνα, κατ' ἐπιστήμην αὐτὰ ἀνάγειν βουλόμενοι, ἵνα καὶ ταύτην ἐνεργῶσιν· οὐ πάντως δὲ οὕτως ἐνεργοῦσιν, ὡς ἐδιδάχθησαν· ἀλλ' ἔστιν ὅτε ἐναντίως πολλοὶ υἱοὶ παρὰ πατέρων ἰατροὶ ἀνατραφέντες, οὐ δεόντως χρῶνται τῇ ἰατρικῇ, τὰ νοσοποιὰ ἀντὶ τῶν ὑγιεινῶν τοῖς κακουμένοις προσάγοντες· καὶ οὐ δήπου ἡ ἰατρικὴ, ἢ ὁ ταύτην παι 39.1104 δεύσας, αἴτιος.

Οὐ γὰρ οὕτως ἐδίδαξεν, ἵν' οὕτως ποιῇ. Πράττει γὰρ οὐχ ὡς ἔμαθεν ποιεῖν. Πάλιν νόμους παιδεύομέν τινας, ἵνα συνιστῶνται τῷ δικαίῳ, καὶ τὴν ἀδικίαν παραιτῶνται. Ἀλλὰ κακοήθως ἔνιοι αὐτῶν τοῖς νόμοις προσιόντων, τὸ ἀνάπαλιν ποιοῦσιν. Καὶ οὔτε τὸν νόμον, οὔτε τὸν νομοθέτην αἰτιώμεθα. Εἰ γὰρ αὐτοὶ τῆς ἀδικίας αἴτιοι ἦσαν, οὐκ ἂν ἐκόλαζον τοὺς ἀδίκους. Καὶ γὰρ καὶ τοῦτο τοῦ βουλήματος αὐτῶν ὑπάρχει, Τὸ κολαστέον τὸν ἄδικον εἶναι· καὶ ὁ Θεὸς κολάζει τὸν σατανᾶν, καὶ τοὺς παραβάντας τοὺς ἀπὸ Θεοῦ τεθέντας νόμους. Τισὶν γὰρ φαύλοις λέγει· Ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἴστωσαν τοίνυν οἱ τούτοις ἀντιλέγοντες, μαχόμενα ἑαυτοῖς λέγοντες. Εἰ γὰρ κατ' οὐσίαν κακὸς ἦν ὁ διάβολος, καὶ ἀλλότριος τοῦ ἀγαθοῦ Θεοῦ, δυνάμενος αὐτῷ ἰσοσθενὴς εἶναι· οὐδὲ κόλασιν ἡτοίμαζεν αὐτῷ, οὐδὲ βάλλειν αὐτὸν εἰς τὴν κόλασιν ἠδύνατο· λέγει δὲ ἡτοιμάσθαι πῦρ τῷ διαβόλῳ. Καὶ τοῦτο δὲ ῥητέον· Εἰ ἄτρεπτος ὁ ἀγαθὸς Θεός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, καὶ ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ὡς μὴ ἄλλοτε ἄλλως ἰσχύειν, καὶ ἄλλοτε ἄλλως· ἔμελλε δὲ μετὰ πολλὴν βλάβην καὶ ἀπώλειαν πολλὴν, πυρὶ αἰωνίῳ παραδιδόναι τὸν σατανᾶν, διὰ τί μὴ ἐξ ἀρχῆς τοῦτο ἐποίει, ὅτε ἐπανῆλθεν αὐτῷ, καὶ μέρος ἔλαβεν αὐτοῦ; ∆ικαιότερον γὰρ τότε μᾶλλον τιμωρίαν ὥριζεν κατ' αὐτοῦ, ὡς κατὰ μείζονος πλημμεληθέντος. Νῦν μὲν γὰρ ἀνθρώπους βλάπτει· τότε, κατ' αὐτοὺς, αὐτὴν ἔβλαψεν τὴν θεότητα,