6
αἰσυλοεργῶν καὶ τοίων πάντων, ὅσ' ἐπὶ χθονὶ τῇδέ τ' ἔασιν. - ἀλλ' ὅτε δὴ μετὰ ταῦτα ἐεικοστοῦ λυκάβαντος ἐντὸς ἔβην, τότε δὴ ζοφερῶν ἀνδρῶν ποτὶ γαῖαν Αἰγύπτου ἱκόμην καὶ Μέμφιδος οὖδας ἔτετμον. πειρήθην κἀκεῖσε ὅσον βροτῷ οὐκ ἐπιεικτόν· ὡς χθονίοισι πέλουσιν ὁμόγνια, πῶς δὲ καλεῦνται πνεύματ' ἀπότροπα· ποίων δ' ἄστρων ἱμείρουσι καὶ θέμισιν δὴ ἔπειτα καὶ ἔργμασι, πῶς δὲ φέβονται· πῶς δέ τ' ἀμειδήεντα φυλάσσουσιν ζόφον αὐτά· πνεύματα δ' οἷά γε τοῖσιν ἐναντία· ἠδ' ὅσοι ἀρχοὶ αἰνοτάτου Ἐρέβοιο ἅμ' ἀντιθέων περ ἔασιν, ἠδ' ὅππως ψυχαῖς καὶ σώμασιν εἴκελοί εἰσι κτηνῶν καὶ νεπόδων· καὶ ὅσσ' αὐτοῖσι μέμηλεν ἠδ' ὅσα κεν ῥέζουσι, ταχὺς δρόμος εἴδησίς τε, μνημοσύνη, τάρβος, τέχνη δολερή, ποδὸς ἴχνη, κρυπταδίη λήθη πολέων καὶ παίγματα δήμου, καὶ ὅσα εἴκελα τοῖσιν. ἐκεῖ δ' ἔγνων τρόμον αἴης, ὄμβρων δ' ὑετίων γένεσιν καὶ δοῦπον ὁμοίως οἶδμά τε γῆς πόντου τε, μιμήματα ἠύτ' ἀληθῆ ἀθανάτου σοφίης ἰνδάλματα αἰὲν ἐόντα. κεῖθι μεγασθενέων καὶ μηκεδανῶν μεροπήων ψυχὰς εἰσενόησα, Γιγάντων αἰνοπελώρων, αἰνὰ πιεζομένας εἴσω ζόφου ἠερόεντος, φάσματι δ' οἷα μόνον γαίην κατὰ νῶτα φερούσας, ἠύτ' ἀνὴρ βαρὺ ἄχθος ἐπ' ὤμων δοῦρα φέρῃσι. εἶδον δαιμονίους ὀάρους σκολιῶν τε δρακόντων, πικρὰ δ' ἀήμαθ', ἅ περ χθονίοις εἰς οἶτον ἱᾶσιν· ἔνθεν ἐπ' ἀνθρώποισιν ἰάλλουσιν περιφοῖται μυρία δαίμονες αἰνὰ περισπέρχοντες ἐς ὕλην. καὶ χθόνα μοχθίζουσαν ἐγὼν ὑπὸ δαίμονος εἶδον μηδέ τ' ἐφεζομένην ἐπὶ ὕδατος ἀσταθέοντος εἵνεκ' ἀναφορέων βάσεων θ', ὧν μοιρήσαντο. - ἔφθασα καὶ χώρην, ὅθ' ἀμείβοντ' ἀντιπάλαμνοι- ἥν περ ὄφις κατ' ἔριν θείου μένεός περ ἔτευξεν ἐς σκολιὴν κακόχαρτον ὅλην βιοτὴν μεροπήων-· ἐξ ὧν πνεύματα πολλὰ πονείοντ' ἰσοθελύμνοις ἀνδράσι δυσσεβίην χαμαὶ ἐρχομένοισι φέροντα. καὶ μὴν κεῖσ' ἐνόησα κακῶν ἔνοχον κατὰ νεῖκος ἐλθόντ' ἐξαπίνης ἄντ' εὐσεβέος μεροπῆος· μάργος δ' αὖ πινυτῷ καὶ ἰθυδίκῃ ὀλοὸς φώς, οὐχ ὅσιον δέ τ' ἐκεῖ, οὐ κεκριμένον πράγος ἐστίν. ἔνθ' ἔσιδον ψεύδους πολυδαίδαλον εἶδος ἀτερπές. μαχλοσύνης τρίτυπον δὲ κακορραφίης ἔχεν εἶδος, αἱματόεν, περίκαυστον, ἀφρῷ καὶ ἥπατι ἶσον. μήνιδος αὖτ' ἔσιδον τύπον πτερόεντα, ἀνιγρόν, τρηχύν, θηριόεντα. ἀτὰρ δόλον αὖτε δέδορκα συνεχέα, κρύφιον, δολεροῖς ἐπέεσσι κομῶντα. μίσους δ' αὖ ἔσιδον μορφὴν στυγερήν, ἀλαωπήν· ἐς δ' ὄπιθεν κορυφῆς γλήνας πίσυράς κεν ἔχεσκε φευγούσας φάεος περιλαμπέος ἀγλαὸν ὄμμα· μυρίοι ἐκ κεφαλῆς δ' αὐτῷ πόδες ᾐώρηντο μοῦνοι σμερδαλέοι, νηδὺς δ' οὐκ ἦν ἐν ἐκείνῳ· νηλὴς γάρ τε πέλει καὶ ἄτερ σπλάγχνοιο πολεύει. ζῆλος καὶ φθόνος αἰνὸς ὁμοίιοι ἀλλήλοιιν, ἀλλά γε δὴ φθόνος οὖλος ἄμῃ γλῶσσαν φέρει ἴσην. δυστροπίην δ' ἔσιδον λεπτὴν μάλα, εὖτ' ἀλίβαντα- ὀφθαλμοὺς πολέας δέ τ' ἔχεν, γλήνας δέ τ' ὀϊστούς-, ἐσσυμένην πρὸς ἄμυναν ἀεὶ νόον. αὐτὰρ ἀπλήστου μορφὴν δαίμονος εἶδον· ἔχεν δ' ἐφύπερθε κάρηνον στεινωπὸν ταναόν τε- δύω δ' αὐτῷ στόματ' ἦεν, ἓν μὲν ἐπὶ στήθεσσι, τὸ δ' αὖ ἕτερον κατὰ νῶτα-, γαίην δαινύμενος στερεὴν πέτρας τε βαρείας πεινάων καὶ σάρκας ἅδην, κακότητι τετηκώς. ὄλβου δ' αὖ φιλότητα ἐγὼν ἴδον· ἁρπαλέον μὲν καὶ δέμας ὀξὺ δ' ἔχεν· φαίης δρεπάνην καθορᾶσθαι· καὶ γλῆναι βλεφάρων αἰεὶ λήγουσαι ἔησαν. ἐμπορίην δέ θ' ὁμῶς κάτιδον χθαμαλήν, ταχύρεμβον· ὄλβου δ' ἐλπίδα πᾶσαν ἐπωμάδιον φέρε φόρτον. ἠλεμάτου μορφὴν δ' ἔσιδον· ἀγαθὸν δ' ἔχε θυμὸν σάρκα τε πιαλέην· λεύκ' ὀστέα δ' οὐκ ἔσαν αὐτῷ. εἰδώλων δ' ἐνόησα λατρείην ὑψιπότητον· ἐν κορυφῇ δ' ἐφύπερθεν ἔχε πτέρυγας δύο πυκνάς, αἷς δόκεεν πάντα μὲν ἐπισκεπάειν, ἀτὰρ οὔ τι οὐδὲ ἑῶν μελέων σκέπας ἔσθενε ποιήσασθαι. ἔνθ' ἴδον ἀλλοπρόσαλλον ὑποκρίσεως βαρὺ δεῖμα, λεπταλέον μὲν ὅλον, στέρνα δ' ἔχεν εὐρώεντα, κρύβδην τηκόμενον, ἀνεμόφθορον, εὖτε δαΐζον. ἠδὲ παραφροσύνης μορφὴν εἶδον-δύο δ' αὐτῇ ἦσαν ὁμοῦ φύσιες, ἀνδρὸς νέου ἠδὲ γυναικός-, γυμνόν, ἀναιδείης ἐντὸς ἀλκῆς τ' ἀπάνευθε. καὶ προπετῆ ἔσιδον δυσδαίμονα, ὃς ταναήν γε γλῶσσαν ἔχεν πάντων μελέων πολὺ