1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

Μωυσὴς καὶ Ἀαρὼν οἱ αὐτάδελφοι, [οἱ] ἀδελφοὶ καὶ οὗτοι οὐ τῇ φύσει ἀλλὰ τῇ πίστει γενόμενοι· ἀμφότεροι κατατροποῦνται τὸν Φαραὼ καὶ ἐξάγουσιν ἐκεῖθεν λαὸν περι ούσιον· ἀμφότεροι τὴν τοῦ βίου διχάζουσι θάλασσαν καὶ διασώζουσι τοὺς πιστούς· ὕδωρ τὸ μὲν γλυκαίνουσι, τὸ δὲ μὴ τυγχάνον πηγάζουσι· βρέχουσι μάννα, βλύουσιν ὄρνιθας, ξένην τροφὴν καὶ οὐράνιον· σταυροῦ τύπῳ νικῶσι τὸν νοη τὸν Ἀμαλήκ. πάντα γίνονται, πάντα κατορθοῦσι, πάντα δια πραττόμενοι τὰ παλαιὰ ἐκεῖνα τεράστια ἐν μυστικαῖς ταῖς ἐκβάσεσιν. ἀνέρχονται δὲ καὶ εἰς τὸ ὄρος, τὴν μεγάλην τῆς εὐσεβείας περιωπήν, καὶ τοῦ γνόφου ἐντὸς γίνονται, καὶ οὐδ' ἐνταῦθα μικρὸν ἀποδιαστάντες ἀλλήλων οὔτε τῇ τάξει οὔτε τῇ δυνάμει τοῦ πνεύματος, ἑκατέρου ἑκάτερος ἐφιέ μενος· καὶ δέχονται πλάκας οὐ λιθίνας μέν, πνευματικὰς δὲ καὶ ὑπερανῳκισμένας τῆς συντριβῆς· καὶ νομοθετοῦσιν οὐκ Ἰουδαίους μόνον ἀλλ' ἔθνη πάντα καὶ γένη. καὶ ἐπιτηδευ μάτων διαφορᾷ ἓν μόνον τῶν Μωσαϊκῶν ἐνηλλάξαντο ὡς διάφορον πρὸς ἐκεῖνον σχόντες τὴν τελευτήν· οὐ γὰρ ὡς Μωυσὴς εἰς ἣν ἐπείγοντο οὐ πεφθάκασι, ἀλλὰ καὶ εἶδον ταύτην καὶ ἔγνωσαν καὶ ἐθεάσαντο καὶ τοὺς ἀκολουθήσαν τας εἰσῆξαν χειραγωγήσαντες. καὶ οὐ τὸ νοητὸν σφίσι μόνον τέλος παρόμοιον, ἀλλὰ καὶ τὸ αἰσθητὸν καὶ φαινόμενον· ἐν Ῥώμῃ γὰρ καὶ ἄμφω τὸ τοῦ μαρτυρίου διανύουσι στάδιον, Νέρωνι φονευθέντες, στερρῶς καὶ ὡς οὐκ ἄλλως ἐρχῆν ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζόμενοι. ταῦτα κοινὰ τοῖν δυοῖν· κοινὸν γὰρ τού τοις καὶ τὸ μυστήριον, κοινὸν Χριστοῦ τὸ παράγ γελμα, κοινὸν Χριστοῦ καὶ τὸ κύρυγμα καὶ τὸ τῆς τῶν ἀνθρώπων σωτηρίας κεφάλαιον· ἐν Πέτρῳ γοῦν τὸν Παῦλον νοῶ καὶ Πέτρον ἐν τῷ Παύλῳ συνθεωρῶ.

11 Βούλομαι μὲν οὖν διαχωρίσαι τούτους καὶ τὰ αὐτοῖς ἰδίως ὑπάρχοντα ἐπισκέψασθαι. ἀλλὰ τοὺς συνηνωμένους ἐν πνεύματι πῶς ἂν ἔχοι τις διασπάσασθαι; καὶ γὰρ ὁ Πέτρον [τις] εἰρηκὼς καὶ Παῦλον ἐπιφέρει εὐθύς, ὁ δὲ Παύ λου μνησθεὶς οὐκέτι ἔχει μὴ καὶ Πέτρον συνεννοούμενον. δέδοικα γοῦν μὴ οὐ φιλητὸν τοῦτο τοῖν θειοτάτοιν ἀνδροῖν, δέδοικα μὴ παραζηλώσωσι τὸ ἐγχείρημα καὶ ἀποδοκιμάσωσί μου τὸ βούλημα. ἀλλά μοι δὴ τῷ λόγῳ, Πέτρε καὶ Παῦλε, συγγνοίητε· οὐ γὰρ ἄλλως παραστῆσαι δυναίμην τοὺς ἑκα τέρῳ προσόντας χαρακτῆρας τοῖς ἀκροάμοσιν.

12 Ἀλλ' ὦ θειότατε Πέτρε-ἀπὸ σοῦ γὰρ λέγειν ἀπάρξο μαι, ἐπεὶ καὶ πρῶτος προσελήφθης Χριστῷ, θεὸν ἐπικαλεσάμενος φανῆναί μοι τοῦ λόγου συλλήπτορα, ὃν ἐπόθησας, ᾧ κεκληκότι παρευθὺς ἠκολούθησας, ὑπὲρ οὗ σὺ καὶ τέθεικας τὴν ψυχήν. ἀκούοιτέ μοι τῶν λεγομένων ὅσοι προκύπτειν εἰς βάθη λόγων ἐπίστασθε. θεός ἐστι μὲν τῶν ὄντων ἀκρότης οὐχ ὡς συνημ μένη ἀλλ' ὡς ὑπερηρμένη ἄγαν αὐτῶν, οὐ μέτρῳ τινὶ διαστή ματος ἀλλ' ἀμετρίᾳ καὶ τόπου καὶ φύσεως, ἄγνωστος πάντη καὶ ἀκατάληπτος, οὔθ' ὑφ' ἑαυτῆς οὔθ' ὑφ' ἑτέρου γεγενη μένη. τὸ γὰρ ὑπό του γενόμενον οὐ θεός· κρείττων γὰρ ἐκείνου ἡ ὀντοποιὸς φανήσεται δύναμις. ἀλλ' οὔτε μὴ ὄν τι πρότερον εἶθ' ὑφ' ἑαυτοῦ τὸ εἶναι λαμβάνει· ὅθεν καὶ γὰρ εἰς τοῦτο προ ῆλθε καὶ οἵαις δυνάμεσι, ἐκεῖθεν τὴν ὕπαρξιν ἔσχηκεν, εἰ μὲν οἰκείαις, ἔστι τι πρότερον ὑφιστά μενον, ἐν ᾧ τὰ τῶν δυνάμεων ἑδρασθήσεται, εἰ δ' ἀλλο τρίαις, ἔστι τι προϋπάρχον ἐκείνου καὶ φυσικῶς προτιμώ μενον. οὔτε γοῦν ὑφ' ἑαυτοῦ λαμβάνει τὸ εἶναι οὔθ' ὑφ' ἑτέρου θεός, ἐστὶ δὲ τῶν ἁπάντων δημιουργὸς εἴτε νοερῶν καὶ ἀΰλων εἴτε ὑλικῶν καὶ ὁρωμένων. οὐ γὰρ τῷ δημιουργῷ κατ' οὐσίαν τὰ δημιουργήματα συνυφίσταται εἰ μὴ ἄρα δὴ κατ' αἰτίαν, οὐδ' ἄναρχα τυγχάνει καὶ ἄχρονα, αἴτιον αὐ χοῦντα θεὸν καὶ ἐς ὕστερον οὐσιωθέντα καὶ χρόνον λαβόντα μέτρον κινήσεως. θεὸς οὖν ἐστιν ὡς ἔφην ἡ πάντων ἀρχή, ὃς πρῶτον τὰς ἀΰλους οὐσίας δεδημιούργηκε καὶ τὸν νοητὸν διάκοσμον ἐκ τοῦ μὴ ὄντος παρήγαγεν· ἔδει γὰρ τὰ τῆς πρώτης δημιουργίας ἐγγυτέρω εἶναι τῆς τοῦ δημιουργήματος φύσεως. καὶ φῶτα δεύτερα τούτους ἐργάζεται, λειτουργικὰ πνεύματα πρὸς διακονίαν