τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα· καὶ οὔ ποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστιανοί, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀλλότριον παραφυὲν καταλαμβάνεται θεοστυγὲς δόγμα, οὐδὲ ὅσον εἰς μνήμην ἀφῖχθαι τῶν πονηρῶν καὶ μυσαρῶν συνταγμάτων, ἀλλ' ἢ μόνον κατὰ τὴν δούλην ταύτην καὶ ἠνδραποδισμένην καὶ τὰ θεῖα κατ' ἐξουσίαν 780 παίζουσαν, ἐν ᾗ τὸ ἐμπαθὲς καὶ πρόσυλον τῶν περὶ γῆν στρεφο μένων καὶ ἰλυσπωμένων γήϊνον καὶ ἀλαζονικὸν καὶ ὑπερήφανον πρυτανεύει φρόνημα. ἔνθα τὸ φίλαυτον, τὸ φίλαρχον, τὸ φιλή δονον, τὸ φιλόδοξον, ἡ πάντων καταθυμίων ἀπόλαυσις, τὸ πάν των ἐθέλειν ἄρχειν καὶ μηδὲ πρὸς αὐτοῦ θεοῦ ἄρχεσθαι, καὶ ἡ τῆς ἀνθρωπίνης δόξης ἢ μᾶλλον εἰπεῖν αἰσχύνης κτῆσις καὶ περι ποίησις. ἔνθεν ἡ κατὰ τοῦ θεοῦ καὶ τῶν ἁγίων ὕβρις καὶ τῆς ἐκ κλησίας ὁ διωγμός. ἐντεῦθεν κατακυριευόμενον ἢ τυραννούμενον τὸ ὑπήκοον τοῖς ἐκείνων δόγμασι καὶ θελήμασιν ὑποκύπτειν ἐκβιά ζεται· ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευται καὶ ἐσχεδίασται ὅπλον, σχήματι μὲν τοῦ σωματοφυλακεῖν ἠθροισμένον, ταῖς δὲ ἀληθείαις τοῦ ἐκπορθεῖν τὴν ἐκκλησίαν Χριστοῦ καὶ ληΐζειν ἐπινενοημένον, προφάσει τοῦ συμπεριγράφεσθαι τὴν Χριστοῦ θεότητα ἐν τῇ εἰ κόνι, παραληροῦντες· ὡς εἴ τις καὶ τὸ ἡλιακὸν δὴ τοῦτο καὶ δισκοειδὲς σῶμα γεγραμμένον ἔν τινι τόπῳ, καθὼς ἔν τισιν ὁρᾶται γιγνόμενον, ὑποδείξειεν, ἐδογμάτισαν ἂν καὶ τὴν τοῦ φωτὸς οὐ σίαν καὶ αὐγὴν συγγράφεσθαι καὶ περιγράφεσθαι ἢ πάντως ἐκ τοῦ ἡλίου τὸ φῶς ἀποτέμνεσθαι, ἢ πάλιν ἀκτῖνα ἡλίου εἴ που δένδρῳ προσβάλλουσαν ἴδοι, ἐντμηθείη δὲ τὸ δένδρον, συνεγκοπήσεσθαι καὶ τὴν ἀκτῖνα παραφρόνως ἐνομίσθη. καὶ μέντοι καὶ ἐπὶ πυρὸς 781 καὶ ἄλλων τινῶν διανοηθήσονται, ἵνα ἐνδίκως παρὰ παίδων παι ζόντων παιχθήσωνται φρονοῦντες ἀσυνετώτερα. εἰ γὰρ ἐπὶ τῶν εἰρημένων οὔτε γίνεσθαι οὔτε ὁρᾶσθαι πέφυκεν οὔτε μὴν λέγεσθαι χώραν ἕξει, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀπορρήτου καὶ θείας φύσεως ἢ ἐπὶ τῆς ἀφράστου καὶ ἀνερμηνεύτου Χριστοῦ οἰκονομίας ταῦτα λέγειν ἢ ἐννοεῖν ἀδύνατα καὶ ἀνεπιχείρητα! οὐδὲ γὰρ σαρκούμενος ἢ πάσχων ὑπὲρ ἡμῶν τῷ σώματι τοῦτο πέπονθεν, ἐπεὶ οὕτω γε καὶ εἰ ἄνθρωπος τῶν καθ' ἡμᾶς εἰκονίζοιτο σώματι, ἀνάγκη καὶ τὴν ψυχὴν συνεικονίζεσθαι, ἢ πάντως τεθνήξεσθαι χωριζομένων· τί γὰρ ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς καὶ σώματος; ὅθεν ἐν τούτοις φαίνονται προδήλως οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαί νοντες· οὐ γὰρ ἴσασιν ὅσον γραπτοῦ καὶ περιγραπτοῦ τοῦ τε γρά φειν καὶ περιγράφειν τὸ ἰδιάζον καὶ διηλλαγμένον, καὶ διὰ τοῦτο φενακιζόμενοι ματαιολογοῦσι. ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσται; ἢ πῶς ὁ τοῦ σώμα τος ὅρος καὶ λόγος σωθήσεται, εἰ μὴ ταῦτα ἔχοι; ὁ τοίνυν μὴ δοξάζων γράφεσθαι ἢ περιγράφεσθαι τὸν Χριστὸν σώματι, ἢ ὅ τι ἔστι σῶμα οὐκ ἔγνω, ἐξ οὗ μηδὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς σῶμα καὶ ψυχὴν σώζεσθαι παραιτεῖται. ὁ γοῦν ὁμολογῶν σῶμα τὸν Χριστὸν ἀνειληφέναι ὁποῖον τὸ ἡμέτερον, τοῦτο δὲ γραπτὸν 782 καὶ περιγραπτόν, ἐξ ἀνάγκης καὶ τὸ τοῦ Χριστοῦ σῶμα γραπτὸν καὶ περιγραπτὸν εἶναι συνομολογήσειεν. εἰ δὲ τὸ δεύτερον οὐ δώσει, οὐδὲ τὸ πρῶτον ἄρα, ὃ πάντῃ ἄλογον καὶ καταγέλαστον. 27 οὐ περιγράφομεν οὖν ἡμεῖς, ἀλλὰ γράφομεν. κενολογοῦσι δὲ οἱ ἄθλιοι καὶ ἄλλο ἀτοπώτερον· ὃν γὰρ φασὶν ἀπερίγραπτον, οὐκ οἶδ' ὅπως ὑπ' εὐηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι τερα τεύονται. εἰ δὲ δὴ μὴ χρῆναι τὸν Χριστὸν εἰκονίζεσθαι πάλιν κενολογήσουσιν, ἡ τῶν διδασκάλων αὐτῶν Χάρυβδις αὐτοὺς με γάλως περικέχηνε, Μάνεντος Οὐαλεντίνου τε καὶ Μαρκίωνος. δοκήσει γὰρ καὶ φαντασίᾳ τὸν θεῖον λόγον σεσαρκῶσθαι δοξάζον τες οὐδὲν ἧττον τῇ προτέρᾳ τοῦ ψεύδους βλασφημίᾳ περιπαρήσον ται, οἵ γε πρὸς πᾶσαν τὴν οἰκονομίαν παραταττόμενοι δυσσεβῶς οὐ κατερυθριῶσιν. καὶ ταῦτα τίνες; οἱ κατήγοροι τῶν ἐπαινου μένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, τὰ ἀχάριστα κτίσματα κατὰ τὴν θεολόγον φωνήν.