1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

κυνός, οἷον ὁ θαλάττιος τοῦ χερσαίου, ἢ ὁ χερσαῖος ἔμπαλιν τοῦ θαλαττίου· διὰ τί γάρ, ἢ κατὰ τίνα λόγον; ἀλλ' ἐν ὁμοτίμοις πράγμασι καὶ διαφόροις ἡ κοινωνία τῆς κλήσεως. ἐνταῦθα δὲ τῷ θεῷ παραζευγνὺς τὸ σεβάσμιον, καὶ τὸ ὑπὲρ πᾶσαν οὐσίαν εἶναι καὶ φύσιν. ὃ μόνου θεοῦ καὶ οἱονεὶ φύσις θεότητος, εἶτα τῷ πατρὶ μὲν τοῦτο διδούς, τὸν υἱὸν δὲ ἀποστερῶν καὶ ὑποτι θείς, καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι τὴν θεότητα περικόπτεις, καὶ μεταβαίνεις κακούργως ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ τὴν τὰ μὴ ἴσα συνδέουσαν· ὥστε ὁ γραπτός σοι καὶ ὁ ζῶν ἄνθρωπος μᾶλλον ἢ οἱ τοῦ ὑποδείγματος κύνες τῇ θεότητι πλησιάζουσιν. ἢ δὸς ἀμφοτέροις, ὥσπερ τὴν κοινωνίαν τῆς κλήσεως, οὕτω δὲ καὶ τὴν ὁμοτιμίαν τῶν φύσεων, εἰ καὶ διαφόρους ταύτας εἰσάγεις· καὶ καταλέλυκάς σου τοὺς κύνας, οὓς ἐξηῦρες κατὰ τῆς ἀνισότητος. τί γὰρ ὄφελος τῆς ὁμωνυμίας, εἰ τὸ ἰσότιμον μὴ ἔχοιεν οἱ παρά σου διαιρούμενοι; οὐ γὰρ ἵνα ἰσότιμα δείξῃς, ἀλλ' ἵνα ἀνισότιμα, πρὸς τὴν ὁμωνυμίαν καὶ τοὺς κύνας κατέφυγες. πῶς ἄν τις ἐλεγχθείη μᾶλλον καὶ ἑαυτῷ μαχόμενος καὶ θεότητι;

15 Ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι τῷ αἰτίῳ μείζων ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν Τὸ δὲ αἴτιον φύσει πρότασιν, ἔπειτα τὸ Μεῖζον τῇ φύσει συνάγωσιν· οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογί ζονται, ἢ τοὺς πρὸς οὓς ὁ λόγος. οὐ γὰρ ἁπλῶς ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος, καὶ τίνα. ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν ποιησάμενον τήν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, ἔπειτα προσλαβόντα τὸ Φύσει δὲ οὐ πάντως μείζων οὐδὲ πατήρ, ἐντεῦθεν συναγαγεῖν τὸ Μεῖζον οὐ πάντως μεῖζον· ἤ, Ὁ πατὴρ οὐ πάντως πατήρ. εἰ βούλει δὲ οὕτως· ὁ θεός, οὐσία· ἡ οὐσία δέ, οὐ πάντως θεός· τὸ ἑξῆς αὐτὸς συνάγαγε· ὁ θεός, οὐ πάντως θεός. ἀλλ' οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος, ὡς τοῖς περὶ ταῦτα τεχνο λογεῖν σύνηθες. ἡμῶν γὰρ τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ ἂν εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον.

16 Ἐκεῖνο δὲ πῶς παραδράμωμεν, οὐδενὸς ἧττον τῶν εἰρημένων ὂν ἀξιάγαστον; Ὁ πατήρ, φησιν, οὐσίας, ἢ ἐνεργείας ὄνομα; ὡς ἀμφοτέρωθεν ἡμᾶς δήσοντες, -εἰ μὲν οὐσίας φήσομεν, συνθησο μένους ἑτεροούσιον εἶναι τὸν υἱόν, ἐπειδὴ μία μὲν οὐσία θεοῦ, ταύτην δέ, ὡς οὗτοι, προκατείληφεν ὁ πατήρ· εἰ δὲ ἐνεργείας, ποίημα σαφῶς ὁμολογήσοντας, ἀλλ' οὐ γέννημα. οὗ γὰρ ὁ ἐνεργῶν, ἐκεῖ πάντως καὶ τὸ ἐνεργούμενον. καὶ πῶς τῷ πεποιηκότι ταὐτὸν τὸ πεποιημένον, θαυμάζειν φήσουσι. σφόδρα ἂν ᾐδέσθην ὑμῶν καὶ αὐτὸς τὴν διαίρεσιν, εἰ τῶν δύο τὸ ἕτερον δέξασθαι ἦν ἀναγκαῖον, ἀλλὰ μὴ τὰ δύο διαφυγόντα τρίτον εἰπεῖν ἀληθέστερον· ὅτι οὔτε οὐσίας ὄνομα ὁ πατήρ, ὦ σοφώτατοι, οὔτε ἐνεργείας, σχέσεως δὲ καὶ τοῦ πῶς ἔχει πρὸς τὸν υἱὸν ὁ πατήρ, ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα. ὡς γὰρ παρ' ἡμῖν αἱ κλήσεις αὗται τὸ γνήσιον καὶ οἰκεῖον γνωρί ζουσιν, οὕτω κἀκεῖ τὴν τοῦ γεγεννημένου πρὸς τὸ γεγεννηκὸς ὁμοφυίαν σημαίνουσιν. ἔστω δέ, ὑμῶν χάριν, καὶ οὐσίας τις ὁ πατήρ· συνεισάξει τὸν υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς ἐννοίας καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν. ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ· οὐδὲ οὕτως ἡμᾶς αἱρήσετε. αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἢ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις. ὁρᾷς ὅπως ὑμῶν, καὶ κακομαχεῖν ἐθελόντων, τὰς στρο φὰς διαφεύγομεν; ἐπεὶ δέ σου τὸ ἐν τοῖς λογισμοῖς καὶ ταῖς στρο φαῖς ἄμαχον ἔγνωμεν, ἴδωμέν σου καὶ τὴν ἐκ τῶν θείων λογίων ἰσχύν, ἂν ἄρα δέξῃ κἀντεῦθεν πείθειν ἡμᾶς.