1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

ἀλλ' ἐπὶ τὸν θεὸν μέτειμι καὶ τὰ κτίσματα, καὶ τὸ σὸν ἐρώτημα προσάγω τῇ σῇ σοφίᾳ. θέλων ὑπέστησε ὁ θεὸς τὰ πάντα, ἢ βιασθείς; εἰ μὲν βιασθείς, κἀνταῦθα ἡ τυραννίς, καὶ ὁ τυραννήσας. εἰ δὲ βουλόμενος, ἐστέρηται τοῦ θεοῦ καὶ τὰ κτίσματα, καὶ σὺ πρὸ τῶν ἄλλων, ὁ τοιούτους ἀνευρίσκων λογισμοὺς καὶ τοιαῦτα σοφιζόμενος. θελήσει γὰρ μέσῃ τοῦ κτίστου διατειχίζεται. ἀλλ' ἕτερον, οἶμαι, θέλων ἐστὶ καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν. τὰ μὲν ὁ κινούμενος, τὰ δὲ οἷον ἡ κίνησις. οὔκουν θελή σεως τὸ θεληθέν· οὐδὲ γὰρ ἕπεται πάντως· οὐδὲ τὸ γεννηθὲν γεννή σεως, οὐδὲ τὸ ἀκουσθὲν ἐκφωνήσεως, ἀλλὰ τοῦ θέλοντος, καὶ τοῦ γεννῶντος, καὶ τοῦ λέγοντος. τὰ τοῦ θεοῦ δὲ καὶ ὑπὲρ πάντα ταῦτα, ᾧ γέννησίς ἐστιν ἴσως ἡ τοῦ γεννᾷν θέλησις, ἀλλ' οὐδὲν μέσον, εἴ γε καὶ τοῦτο δεξόμεθα ὅλως, ἀλλὰ μὴ καὶ θελήσεως κρείττων ἡ γέννησις.

7 Βούλει τι προσπαίξω καὶ τὸν πατέρα; παρὰ σοῦ γὰρ ἔχω τὰ τοιαῦτα τολμᾷν. θέλων θεὸς ὁ πατήρ, ἢ μὴ θέλων. καὶ ὅπως ἀποφεύξῃ τὸ σὸν περιδέξιον, εἰ μὲν δὴ θέλων, πότε τοῦ θέλειν ἠργμένος; οὐ γὰρ πρὶν εἶναι· οὐδὲ γὰρ ἦν τι πρότερον. ἢ τὸ μὲν αὐτοῦ θελῆσαν, τὸ δὲ θεληθέν; μεριστὸς οὖν. πῶς δὲ οὐ θελήσεως καὶ οὗτος, κατὰ σέ, πρόβλημα; εἰ δὲ οὐ θέλων, τί τὸ βιασάμενον εἰς τὸ εἶναι; καὶ πῶς θεός, εἰ βεβίασται, καὶ ταῦτα οὐκ ἄλλο τι ἢ αὐτὸ τὸ εἶναι θεός; πῶς οὖν γεγέννηται; πῶς ἔκτισται, εἴπερ ἔκτισται κατὰ σέ; καὶ γὰρ καὶ τοῦτο τῆς αὐτῆς ἀπορίας. τάχα ἂν εἴποις, βουλήσει καὶ λόγῳ. ἀλλ' οὔπω λέγεις τὸ πᾶν. πῶς γὰρ ἔργου δύναμιν ἔσχεν ἡ βούλησις καὶ ὁ λόγος; ἔτι λείπεται λέγειν. οὐ γὰρ οὕτως ἄνθρωπος.

8 Πῶς οὖν γεγέννηται; οὐκ ἂν ἦν μεγάλη ἡ γέννησις, εἰ σοὶ κατε λαμβάνετο, ὃς οὐδὲ τὴν ἰδίαν ἐπίστῃ γέννησιν, ἢ μικρόν τι ταύτης κατείληφας, καὶ ὅσον αἰσχύνῃ λέγειν· ἔπειτα οἴει τὸ πᾶν γινώσκειν; πολλὰ ἂν κάμοις πρότερον, ἢ εὕροις λόγους συμπήξεως, μορφώ σεως, φανερώσεως, ψυχῆς πρὸς σῶμα δεσμόν, νοῦ πρὸς ψυχήν, λόγου πρὸς νοῦν, κίνησιν, αὔξησιν, τροφῆς ἐξομοίωσιν, αἴσθησιν, μνήμην, ἀνάμνησιν, τἄλλα ἐξ ὧν συνέστηκας· καὶ τίνα μὲν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, τίνα δὲ τὰ μεμερισμένα, τίνα δὲ ἃ παρ' ἀλλήλων λαμβάνουσιν· ὧν γὰρ ὕστερον ἡ τελείωσις, τούτων οἱ λόγοι μετὰ τῆς γεννήσεως. εἰπὲ τίνες· καὶ μηδὲ τότε φιλοσοφήσῃς θεοῦ γέννησιν· οὐ γὰρ ἀσφαλές. εἰ μὲν γὰρ τὴν σὴν γινώσκεις, οὐ πάντως καὶ τὴν τοῦ θεοῦ· εἰ δὲ μηδὲ τὴν σήν, πῶς τὴν τοῦ θεοῦ; ὅσῳ γὰρ θεὸς ἀνθρώπου δυστεκμαρτότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀληπτοτέρα ἡ ἄνω γέννησις. εἰ δὲ ὅτι μή σοι κατεί ληπται, διὰ τοῦτο οὐδὲ γεγέννηται, ὥρα σοι πολλὰ διαγράφειν τῶν ὄντων, ἃ μὴ κατείληφας, καὶ πρό γε ἁπάντων τὸν θεὸν αὐτόν· οὐδὲ γὰρ ὅ τι ποτέ ἐστιν εἰπεῖν ἔχεις, καὶ εἰ λίαν τολμηρὸς εἶ, καὶ τὰ περιττὰ μεγαλόψυχος. κατάβαλέ σου τὰς ῥεύσεις, καὶ τὰς διαιρέ σεις, καὶ τὰς τομάς, καὶ τὸ ὡς περὶ σώματος διανοεῖσθαι τῆς ἀσω μάτου φύσεως· καὶ τάχα ἂν ἄξιόν τι διανοηθείης θεοῦ γεννήσεως. πῶς γεγέννηται; πάλιν γὰρ τὸ αὐτὸ φθέγξομαι δυσχεραίνων. θεοῦ γέννησις σιωπῇ τιμάσθω. μέγα σοι τὸ μαθεῖν, ὅτι γεγέννηται. τὸ δὲ πῶς, οὐδὲ ἀγγέλοις ἐννοεῖν, μὴ ὅτι γέ σοι νοεῖν συγχωρήσομεν. βούλει παραστήσω τὸ πῶς; ὡς οἶδεν ὁ γεννήσας πατήρ, καὶ ὁ γεννηθεὶς υἱός. τὸ δὲ ὑπὲρ ταῦτα νέφει κρύπτεται, τὴν σὴν διαφεῦ γον ἀμβλυωπίαν.

9 Ὄντα οὖν γεγέννηκεν, ἢ οὐκ ὄντα; τῶν ληρημάτων· περὶ ἐμὲ καὶ σὲ ταῦτα, οἳ τὸ μέν τι ἦμεν, ὥσπερ ἐν τῇ ὀσφύι τοῦ Ἀβραὰμ ὁ Λευί, τὸ δὲ γεγόναμεν· ὥστε ἐξ ὄντων τρόπον τινὰ τὸ ἡμέτερον, καὶ οὐκ ὄντων· ἐναντίως περὶ τὴν ἀρχέγονον ὕλην ὑποστᾶσαν σαφῶς ἐξ οὐκ ὄντων, κἄν τινες ἀγένητον ἀναπλάττωσιν. ἐνταῦθα δὲ σύν δρομον τῷ εἶναι τὸ γεγεννῆσθαι, καὶ ἀπ' ἀρχῆς· ὥστε ποῦ θήσεις τὸ ἀμφίκρημνον τοῦτο ἐρώτημα; τί γὰρ τοῦ ἀπ' ἀρχῆς πρεσβύ τερον, ἵν' ἐκεῖ θῶμεν τὸ εἶναί ποτε τοῦ υἱοῦ, ἢ τὸ μὴ εἶναι; ἀμφο τέρως γὰρ τὸ ἀπ' ἀρχῆς λυθήσεται. εἰ μή σοι καὶ ὁ πατήρ,