1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

17 Ἡμεῖς μὲν γὰρ ἐκ μεγάλων καὶ ὑψηλῶν τῶν φωνῶν τοῦ υἱοῦ τὴν θεότητα καὶ κατειλήφαμεν, καὶ κηρύσσομεν. τίνων τούτων; τῆς θεός, τῆς λόγος, ὁ ἐν ἀρχῇ, ὁ μετὰ τῆς ἀρχῆς, ἡ ἀρχή· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· καί, Μετά σου ἡ ἀρχή· καί, Ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχήν. ἐπειδὴ υἱὸς μονογενής· Ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. ὁδός, ἀλήθεια, ζωή, φῶς· Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· καί, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. σοφία, δύναμις· Χριστὸς θεοῦ δύναμις, καὶ θεοῦ σοφία. ἀπαύγασμα, χαρακτήρ, εἰκών, σφραγίς· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακ τὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί, Εἰκὼν τῆς ἀγαθότητος· καί, Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. κύριος, βασιλεύς, ὁ ὤν, ὁ παντοκράτωρ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου· καί, Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· καί, Ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ὁ παντοκράτωρ. σαφῶς περὶ τοῦ υἱοῦ λεγόμενα, καὶ ὅσα τῆς αὐτῆς τούτοις ἐστὶ δυνάμεως, ὧν οὐδὲν ἐπίκτητον, οὐδὲ ὕστερον τῷ υἱῷ προσγενόμενον, ἢ τῷ πνεύματι, ὥσπερ οὐδὲ αὐτῷ τῷ πατρί. οὐ γὰρ ἐκ προσθήκης τὸ τέλειον. οὐ γὰρ ἦν ὅτε ἄλογος ἦν, οὐδὲ ἦν ὅτε οὐ πατήρ, οὐδὲ ἦν ὅτε οὐκ ἀληθής, ἢ ἄσοφος, ἢ ἀδύνατος, ἢ ζωῆς ἐνδεής, ἢ λαμπρότητος, ἢ ἀγαθότητος.

18 Σὺ δέ μοι καταρίθμει πρὸς ταῦτα τὰ τῆς ἀγνωμοσύνης ῥήματα, τὸ θεός μου καὶ θεὸς ὑμῶν, τὸ μείζων, τὸ ἔκτισε, τὸ ἐποίησε, τὸ ἡγίασεν. εἰ βούλει δέ, καὶ τὸ δοῦλον, καὶ τὸ ὑπήκοον· τὸ δέδωκε, τὸ ἔμαθε, τὸ ἐντέταλται, τὸ ἀπέσταλται, τὸ μὴ δύνασθαι ἀφ' ἑαυτοῦ τι ποιεῖν, ἢ λέγειν, ἢ κρίνειν, ἢ δωρεῖσθαι, ἢ βού λεσθαι. ἔτι δὲ καὶ ταῦτα, τὴν ἄγνοιαν, τὴν ὑποταγήν, τὴν εὐχήν, τὴν ἐρώτησιν, τὴν προκοπήν, τὴν τελείωσιν. πρόσθες, εἰ βούλει, καὶ ὅσα τούτων ταπεινότερα, τὸ ὑπνοῦν, τὸ πεινῆν, τὸ κοπιᾶν, τὸ δακρύειν, τὸ ἀγωνιᾶν, τὸ ὑποδύεσθαι. τάχα δ' ἂν ὀνειδίσαις καὶ τὸν σταυρόν, καὶ τὸν θάνατον. τὴν γὰρ ἔγερσιν καὶ τὴν ἀνάληψιν παρήσειν μοι δοκεῖς, ἐπειδή τι καὶ πρὸς ἡμῶν ἐν τούτοις εὑρίσκεται. πολλὰ δ' ἂν ἔτι πρὸς τούτοις σπερμολογήσαις, εἰ βούλοιο συντιθέναι τὸν ὁμώνυμόν σου θεὸν καὶ παρέγγραπτον, ἡμῖν δὲ ἀληθινὸν καὶ ὁμότιμον τῷ πατρί. τούτων γὰρ ἕκαστον οὐ χαλεπὸν μὲν καὶ κατὰ μέρος ἐπεξιόντα ἐξηγεῖσθαί σοι πρὸς τὸ εὐσεβέστατον, καὶ ἀνακαθαίρειν τὸ ἐν τοῖς γράμμασι πρόσκομμα, εἴ γε προσπταίεις ὄντως, ἀλλὰ μὴ ἑκὼν κακουργεῖς. ἑνὶ δὲ κεφα λαίῳ, τὰ μὲν ὑψηλότερα πρόσαγε τῇ θεότητι καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινότερα τῷ συνθέτῳ, καὶ τῷ διὰ σὲ κενωθέντι καὶ σαρκωθέντι, οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ ἀνθρωπισθέντι, εἶτα καὶ ὑψωθέντι, ἵνα σὺ τὸ τῶν δογμάτων σου σαρκικὸν καὶ χαμαιπετὲς καταλύσας μάθῃς ὑψηλότερος εἶναι, καὶ συνανιέναι θεότητι, καὶ μὴ τοῖς ὁρωμένοις ἐναπομένοις, ἀλλὰ συν επαίρῃ τοῖς νοουμένοις, καὶ γινώσκῃς, τίς μὲν φύσεως λόγος, τίς δὲ λόγος οἰκονομίας.

19 Οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος, ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν· ὁ νῦν ἄνθρωπος καὶ ἀσύνθετος ἦν. ὃ μὲν ἦν, διέμεινεν· ὃ δὲ οὐκ ἦν, προσέλαβεν. ἐν ἀρχῇ ἦν ἀναιτίως· τίς γὰρ αἰτία θεοῦ; ἀλλὰ καὶ ὕστερον γέγονε δι' αἰτίαν (ἡ δὲ ἦν τὸ σὲ σωθῆναι τὸν ὑβριστήν, ὃς διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατεδέξατο) διὰ μέσου νοὸς ὁμιλήσας σαρκί, καὶ γενόμενος ἄνθρωπος, ὁ κάτω θεός· ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος, ἵνα γένωμαι τοσοῦτον θεός, ὅσον ἐκεῖνος ἄνθρωπος. ἐγεννήθη μέν, ἀλλὰ καὶ ἐγεγέννητο· ἐκ γυναικὸς μέν, ἀλλὰ καὶ παρθένου. τοῦτο ἀνθρώπινον, ἐκεῖνο θεῖον. ἀπάτωρ ἐντεῦθεν, ἀλλὰ καὶ ἀμήτωρ ἐκεῖθεν. ὅλον τοῦτο θεότητος. ἐκυοφορήθη μέν, ἀλλ' ἐγνώσθη προφήτῃ καὶ αὐτῷ κυοφορουμένῳ, καὶ προσκιρτῶντι τοῦ λόγου, δι' ὃν ἐγένετο. ἐσπαργανώθη μέν, ἀλλ' ἀποσπαργα νοῦται τὰ τῆς ταφῆς ἀνιστάμενος. ἐν φάτνῃ μὲν ἀνελκίθη, ἀλλ' ὑπ' ἀγγέλων ἐδοξάσθη, καὶ ὑπ' ἀστέρος ἐμηνύθη, καὶ ὑπὸ μάγων προσεκυνήθη. πῶς σὺ προσπταίεις τῷ βλεπομένῳ, μὴ σκοπῶν τὸ νοούμενον;