1

 2

 3

 4

 5

 6

 7

6

μικροῖς ὁρίοις ἐνταῦθα διειλημμένας, καὶ πολλοὺς ἀμειβούσας οἰκήτορας· μίαν δὲ γένους λαμπρότητα, τὴν τῆς εἰκόνος τήρησιν, καὶ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσιν, ὅσον ἐφικτὸν τοῖς σαρ κὸς δεσμίοις, καὶ βραχεῖαν ἀποῤῥοὴν τοῦ καλοῦ δέχεσθαι δυναμένοις· μίαν δὲ δυναστείαν, τὸ κατὰ τοῦ πονηροῦ κράτος, καὶ τὸ τῆς ψυχῆς ἀνάλωτον καὶ ἀήττητον ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν, ἡνίκα κακία πρὸς ἀρετὴν ἀγωνίζεται, καὶ κόσμος πρὸς κόσμον, ὁ λυόμενος πρὸς τὸν ἑστῶ τα, καὶ πικρὸς ἀγωνοθέτης πρὸς γενναίους ἀγωνιστὰς, καὶ Βελίαρ πρὸς Χριστὸν παρατάσσε ται. ∆ιὰ ταῦτα καταφρονεῖν μὲν ξιφῶν ἀνέ πειθε, ψυχρὸν δὲ νομίζειν τὸ πῦρ, ἡμέρους δὲ οἴεσθαι θηρῶν τοὺς ἀγριωτάτους, λιμὸν δὲ ὑπο λαμβάνειν τὴν ἀνωτάτω τρυφὴν, δάκρυα δὲ τῶν οἰκείων, καὶ θρήνους, καὶ οἰμωγὰς παρατρέχειν, ὡς τοῦ πονηροῦ δελεάσματα, καὶ κωλύματα τῆς θείας ὁδοιπορίας. Ταῦτα γὰρ εἶναι ἀνδρικῶν ψυχῶν καὶ γενναίων, καὶ λογισμοῦ σώφρονος. Καὶ τὸ παράδειγμα ἐγγύθεν αὐτὸς ὁ ταῦτα λέγων καὶ γρά φων, πάντα ἡγησάμενος σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ.

Ιςʹ. Οὕτω διανοούμενος Κυπριανὸς, καὶ οὕτως ὁπλίζων τοῖς λόγοις πρὸς τὸν ἀγῶνα, πολλοὺς ἀθλητὰς ἀπειργάζετο. Καὶ τίνα μισθὸν τούτων κο 35.1189 μίζεται; Ὡς δαψιλῆ καὶ φιλότιμον! Μάρτυς ἐπὶ πᾶσιν οἷς προέπεμψε γίνεται, ξίφει τὴν κεφαλὴν τμηθεὶς καὶ ταῖς πολλαῖς βασάνοις ταύτην ἐπιτίθησι τὴν κορωνίδα. Οὕτω Χριστῷ προσάγεται, οὕτω πρὸς Χριστὸν μετατίθεται, ὁ πολὺς ἐν ἀσεβείᾳ, καὶ πλείων ἐν εὐσεβείᾳ Κυπριανὸς, ὁ μέγας καὶ διώκτης καὶ στεφανίτης, ὁ τὴν μετα βολὴν οὐχ ἧττον ἢ τὴν ἀρετὴν θαυμάσιος. Οὐ γὰρ οὕτω μέγα τύπον ἀγαθοῦ διασώσασθαι, ὡς τὸ καινο τομῆσαι θεοσέβειαν. Τὸ μὲν γὰρ τῆς συνηθείας, τὸ δὲ τῆς εὐβουλίας· καὶ τὸ μὲν τῶν πολλοῖς ὑπαρ χόντων, τοῦ δὲ ὀλίγα τὰ παραδείγματα.

ΙΖʹ. Ἀλλ' οἷον δὴ κἀκεῖνο τῶν ἐκείνου θαυμάτων; Μικρὸν ἔτι τῷ λόγῳ προσκαρτερήσωμεν, ἵνα τῷ ἀθλητῇ χαρισώμεθα. Τοιαύτη μὲν ἡ τοῦ ἀνδρὸς πολιτεία, τοιοῦτος δὲ ὁ τῆς ἀθλήσεως τρόπος. Ἐπεὶ δὲ καταλύει τὸν βίον (εἰ θέμις τοῦτο εἰπεῖν, ἀλλὰ μὴ πρὸς Θεὸν ἐκδημίαν ὀνομάσαι τὸ ἐκείνου πρᾶγμα, ἢ πόθου πλήρωσιν, ἢ δεσμῶν λύσιν, ἢ βάρους διάζευξιν), θαυματουργεῖταί τι κἀνταῦθα τῶν προειληφότων ἄξιον· τὸ μὲν ὄνομα πολὺ παρὰ πᾶσι Κυπριανοῦ, καὶ οὐ Χριστιανοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὴν ἐναντίαν ἡμῖν τεταγμένοις (πᾶσι γὰρ ὁμοίως τὸ καλὸν αἰδέσιμον)· τὸ σῶμα δὲ ἀφανὲς ἦν, καὶ ὁ θησαυρὸς παρά τινι γυναίῳ τῶν θερμῶν εἰς εὐσέβειαν, καὶ τοῦτο ἐπὶ μακρόν· οὐκ οἶδ' εἴτε τιμῶντος τοῦ Θεοῦ τὴν φιλόθεον, καὶ διὰ τοῦτο περιεχομένην τοῦ μάρτυρος, εἴτε τὸν πόθον ἡμῶν γυμνάζοντος, εἰ μὴ φέροιμεν ζημιούμενοι, καὶ τῶν ἁγίων λειψάνων ἀποστερούμενοι. Ἐπεὶ δὲ οὐκ ἠνέσχετο τὸ πάντων ἀγαθὸν ἴδιον ποιῆσαί τινος ὁ τῶν μαρτύρων Θεὸς, οὐδὲ τὸ κοινὸν ζημιῶσαι τῇ πρὸς ἐκείνην χάριτι, δημοσιεύει τὸ σῶμα δι' ἀποκαλύψεως, καὶ ταύτην γυναίῳ τινὶ τῶν ἀξίων τὴν τιμὴν καταθέμενος· ἵν' ἁγιασθῶσι καὶ γυναῖκες, ὥσπερ τὸν Χριστὸν καὶ τεκοῦσαι πρότερον, καὶ τοῖς μαθηταῖς ἀπαγγείλασαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὕτω καὶ νῦν Κυπριανὸν, ἡ μὲν παραδείξασα, ἡ δὲ παραδοῦσα τὸ κοινὸν ὄφελος. Τοῦτο τῶν ἐκείνου καλῶν τὸ τελευταῖον. Οὕτως εἰς μέσον ἔρχεται ὁ τοῦ μὴ λαθεῖν ἄξιος, καὶ οὐ συγχωρεῖται φιλοσοφῆσαι τὴν ἑαυτοῦ κλοπὴν, ἐπειδὴ καὶ τῶν ἐπὶ τοῖς σώμασι τιμῶν κρείσσων ἐκεῖνος καὶ ὑψηλότερος. 35.1192

ΙΗʹ. Τὰ μὲν οὖν παρ' ἡμῶν τοσαῦτα, καὶ οὐκ οἶδ', ὅτι δεῖ πλείονα λέγειν. Οὐδὲ γὰρ, εἰ μακρὸν ἀποτείναιμεν λόγον, εἴποιμεν ἄν τι τῶν ἐκείνῳ προσόντων ἄξιον, καὶ ὧν ἕκαστος περὶ τοῦ ἀνδρὸς ὑπείληφεν. Καὶ ταῦτα, ὅσον ἀφοσιώσασθαι τὴν ὀφειλομένην ἐκείνῳ τιμὴν, διήλθομεν· τὰ δὲ λοιπὰ παρ' ὑμῶν αὐτῶν προσθετέον, ἵνα τι καὶ αὐτοὶ τῷ μάρτυρι προσενέγκητε, τὴν τῶν δαιμόνων καθαίρεσιν, τὴν τῶν νόσων κατάλυσιν, τὴν τοῦ μέλλοντος πρόγνωσιν· ἃ πάντα δύναται Κυπριανοῦ καὶ ἡ κόνις μετὰ τῆς πίστεως, ὡς ἴσασιν οἱ πεπειραμένοι, καὶ τὸ