1

 2

 3

 4

 5

 6

 7

6

προαπελ θόντι Χριστὸν ἑψόμενον. Τί δὲ Ἰησοῦς; Ἄφες ἄρτι· τοῦτο γὰρ ἡ οἰκονομία. Ἤδει γὰρ μετ' ὀλίγον, αὐ τὸς βαπτίσων τὸν Βαπτιστήν. Τί δὲ τὸ πτύον; Ἡ κάθαρσις. Τί δὲ τὸ πῦρ; Ἡ τοῦ κούφου δαπάνη, καὶ ἡ ζέσις τοῦ Πνεύματος. Τί δὲ ἡ ἀξίνη; Τῆς ἀθερα πεύτου ψυχῆς ἡ ἐκτομὴ, καὶ μετὰ τὴν κόπρον. Τί δὲ ἡ μάχαιρα; Ἡ τομὴ τοῦ Λόγου, ἡ διαιροῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ διχοτομοῦσα τὸν πι στὸν καὶ τὸν ἄπιστον, καὶ ἐπεγείρουσα τὸν υἱὸν, καὶ τὴν θυγατέρα, καὶ τὴν νύμφην, τῷ πατρὶ, καὶ τῇ 36.353 μητρὶ, καὶ τῇ πενθερᾷ, τὰ νέα καὶ πρόσφατα. τοῖς παλαιοῖς καὶ σκιώδεσι. Τί δὲ ὁ σφαιρωτὴρ τοῦ ὑποδήματος, ὃν οὐ λύεις ὁ βαπτίζων Ἰη σοῦν, ὁ τῆς ἐρημίας καὶ ἄτροφος, ὁ νέος Ἡλίας, ὁ προφήτου περισσότερος, ὅσῳ καὶ τὸν προφητευόμενον εἶδες, ὁ Παλαιᾶς καὶ Νέας μεσίτης; Τί τοῦτο; Τυχὸν ὁ τῆς ἐπιδημίας λόγος, καὶ τῆς σαρκὸς, οὗ μηδὲ τὸ ἀκρότατον εὐδιάλυτον, μὴ ὅτι τοῖς σαρκικοῖς ἔτι, καὶ νηπίοις ἐν Χριστῷ, ἀλλ' οὐδὲ τοῖς κατὰ Ἰωάννην τῷ Πνεύματι.

Ιςʹ. Ἀλλὰ καὶ ἄνεισιν Ἰησοῦς ἐκ τοῦ ὕδατος. Συναναφέρει γὰρ ἑαυτῷ τὸν κόσμον, καὶ ὁρᾷ σχιζομένους τοὺς οὐρανοὺς, οὓς ὁ Ἀδὰμ ἔκλεισεν ἑαυτῷ τε καὶ τοῖς μετ' αὐτὸν, ὥσπερ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὸν παράδεισον. Καὶ τὸ Πνεῦμα μαρτυρεῖ τὴν θεότητα· τῷ γὰρ ὁμοίῳ προστρέχει· καὶ ἡ ἐξ οὐρανῶν φωνή· ἐκεῖθεν γὰρ ὁ μαρτυρούμενος· καὶ ὡς περιστερὰ, τιμᾷ γὰρ τὸ σῶμα, ἐπεὶ καὶ τοῦτο τῇ θεώσει Θεὸς, σωματικῶς ὁρωμένη. Καὶ ἅμα πόῤῥωθεν εἴθισται περιστερὰ κατακλυσμοῦ λύσιν εὐαγγελίζεσθαι. Εἰ δὲ ὄγκοις καὶ σταθμοῖς κρίνεις θεότητα, καὶ διὰ τοῦτο μικρόν σοι τὸ Πνεῦμα, ὅτι ἐν εἴδει περιστερᾶς, ὦ μικρόλογε περὶ τὰ μέγιστα, ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν, ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται· καὶ τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον, ὅτι ὁ μὲν ὄρος μέγα καλεῖται, καὶ λευϊαθὰν, καὶ βασιλεὺς τῶν ἐν τοῖς ὕδασιν· ὁ δὲ ἀμνὸς, καὶ μαργαρίτης, καὶ σταγὼν, καὶ τὰ τοιαῦτα προσαγορεύεται.

ΙΖʹ. Ἐπεὶ δὲ βαπτίσματος ἡ πανήγυρις, καὶ δεῖ μικρόν τι προσκακοπαθῆσαι τῷ δι' ἡμᾶς μορφωθέντι, καὶ βαπτισθέντι, καὶ σταυρωθέντι, φέρε, τὶ περὶ διαφορᾶς βαπτισμάτων φιλοσοφήσωμεν, ἵν' ἀπέλθωμεν ἐντεῦθεν κεκαθαρμένοι. Ἐβάπτισε Μωϋσῆς, ἀλλ' ἐν ὕδατι· καὶ πρὸ τούτου, ἐν νεφέλῃ καὶ ἐν θαλάσσῃ. Τυπικῶς δὲ τοῦτο ἦν, ὡς καὶ Παύλῳ δοκεῖ· ἡ θάλασσα, τοῦ ὕδατος· ἡ νεφέλη, τοῦ Πνεύματος· τὸ μάννα, τοῦ τῆς ζωῆς ἄρτου· τὸ πόμα, τοῦ θείου πόματος. Ἐβάπτισε καὶ Ἰωάννης, οὐκ ἔτι μὲν Ἰουδαϊκῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν· οὔπω δὲ ὅλον πνευματικῶς· οὐ γὰρ προστίθησι τὸ, ἐν Πνεύματι. Βαπτίζει καὶ Ἰησοῦς, ἀλλ' ἐν Πνεύματι. Τοῦτο ἡ τελειότης. Καὶ πῶς οὐ Θεὸς, ἵνα τι παραθαῤῥήσω μικρὸν, ἐξ οὗ καὶ σὺ 36.356 γίνῃ Θεός; Οἶδα καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος, ὃ καὶ αὐτὸς Χριστὸς ἐβαπτίσατο, καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον, ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται. Οἶδα καὶ πέμπτον ἔτι, τὸ τῶν δακρύων· ἀλλ' ἐπιπονώτερον, ὡς ὁ λούων καθ' ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ καὶ τὴν στρωμνὴν τοῖς δάκρυσιν, ᾧ τῆς κακίας προσώζεσαν καὶ οἱ μώλωπες· ὃς πενθῶν καὶ σκυθρωπάζων πορεύεται, καὶ ὃς μιμεῖται τὴν ἐπιστροφὴν Μανασσῆ, καὶ τὴν τῶν Νινευϊτῶν ἠλεημένην ταπείνωσιν· ὃς φθέγγεται τὰς τοῦ τελώνου φωνὰς ἐν τῷ ἱερῷ, καὶ δικαιοῦται παρὰ τὸν μεγάλαυχον Φαρισαῖον· ὃς συγκύπτει κατὰ τὴν Χαναναίαν, καὶ ζητεῖ φιλανθρωπίαν, καὶ ψίχας, κυνὸς τροφὴν ἄγαν λιμώττοντος.

ΙΗʹ. Ἐγὼ μὲν οὖν (ἄνθρωπος εἶναι γὰρ ὁμολογῶ, ζῶον τρεπτὸν καὶ ῥευστῆς φύσεως), καὶ δέχομαι τοῦτο προθύμως, καὶ προσκυνῶ τὸν δεδωκότα, καὶ τοῖς ἄλλοις μεταδίδωμι, καὶ προεισφέρω τοῦ ἐλέου τὸν ἔλεον. Οἶδα γὰρ καὶ αὐτὸς ἀσθένειαν περικείμενος, καὶ ὡς ἂν μετρήσω, μετρηθησόμενος. Σὺ δὲ τί λέγεις, τί νομοθετεῖς, ὦ νέε Φαρισαῖε, καὶ καθαρὲ τὴν προσηγορίαν, οὐ τὴν προαίρεσιν, καὶ φυσῶν ἡμῖν τὰ Ναυάτου μετὰ τῆς αὐτῆς ἀσθενείας; Οὐ δέχῃ μετάνοιαν; οὐ δίδως ὀδυρμοῖς χώραν;