1

 2

 3

 4

 5

 6

 7

 8

6

Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς. καλὴ ἡ ταπείνωσις, συμφυὲς τὸ ὑπόμνημα. εἰ εἶπεν ὅτι Ἔπλασεν 63 ὁ θεὸς τὸν ἄνθρωπον ἀπὸ οὐρανοῦ λαβών, πότε ἐβλέπομεν ἐκεῖνον, ἵνα ὑπομνησθῶμεν τῆς φύσεως; ἐκ τῶν προχείρων πάρεστιν ἡμῖν τὸ ὑπόμνημα τῆς ἡμετέρας οὐδενείας, ἐξ ὧν πατοῦμεν. Κατάνευσον ἐπὶ τὴν γῆν καὶ νόησον ὅτι ἐκ τοῦ συγγενοῦς τῆς γῆς τοῦ ἀποβλήτου τῶν ἐν σοὶ ἐξεμορφώθης. τί ἡμῶν εὐκαταφρονητότερον; τί ἡμῶν μᾶλλον ἄξιον τοῦ ἐξουδενοῦν ἑαυτούς; εἶδές τινα μέγα φρονοῦντα, ἐσθῆτα ἀνθινὴν περι βεβλημένον, δακτυλίῳ τὴν χεῖρα περιλαμπόμενον, σφενδόνην τὴν τῶν πολυτίμων φέροντα καὶ ταύτῃ μέγα φρονοῦντα, σηρικῶν νήμασιν ἠμφιεσμένον, † οἰκέτας ἔχοντα τὰς κόμας ἀνειμένας καὶ ταύτας ξανθὰς καὶ κατεπιτηδεύμασι σοβοῦντα, μανιάκας χρυσοῦς περιφέροντα, ἐπ' ἀργυρᾶς καθέδρας καθεζόμενον, μέγα βαδίζοντα, μέγα φρονοῦντα, μέγα 64 φθεγγόμενον ἐπὶ τῷ πλήθει τῶν οἰκετῶν, τῶν κολάκων οὓς ἐπισύρεται, ἐπὶ τῇ τραπέζῃ τῇ πολυτελεῖ, ἐπὶ τοῖς ἀσπασμοῖς οὓς πάντες αὐτῷ προσάγουσιν ἐπὶ τῆς ἀγορᾶς, οἱ ἐξανιστά μενοι τῶν βάθρων, οἱ προαπαντῶντες, οἱ παραπέμποντες, οἱ ῥαβδοῦχοι. ὅταν ἴδῃς τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ κήρυκι ὑψηλῇ τῇ φωνῇ προαγομένους, ὅταν ἴδῃς αὐτοὺς φοβοῦντας τὸν δεῖνα καὶ τὸν δεῖνα ξέοντας, ἄλλον δημεύοντας κἀκεῖνον θανάτῳ παραδιδόντας, μὴ φοβηθῇς τὰ ὁρώμενα, μὴ πτοηθῇς ἐπὶ τοῖς γενομένοις † τὸν αὐτὸν προστάσσοντα, μὴ ξενίσῃ σε ἡ φαντασία. ἐνθυμήθητι ὅτι Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς. εἰ μὲν ἄλλο τί ἐστι, φοβήθη τι, εἰ δὲ χοῦς ἀπὸ τῆς γῆς, καταφρόνησον. Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ εὐθὺς ἡ φωνὴ τοῦ Ἔπλασε τεχνικήν τινα τοῦ θεοῦ περὶ τὸν ἄνθρωπον ἐνέργειαν 65 ἡμῖν ὑποφαίνει; Ἔπλασεν ὁ θεός. ἆρα οὕτως ἔπλασεν ὡς οἱ τὰ πήλινα πλάσσοντες, ὡς οἱ τὸν χαλκὸν χωνεύοντες; ἀλλ' ἀνδριάντος μὲν πλάσις καὶ γύψου διάπλασις μέχρις ἐπιφανείας τὴν μίμησιν ἔχει. εἶδες τὸν ἀνδριάντα πῶς ἕστηκε μετά τινος ἤθους; ἢ θυμὸν ἐμφαίνει ὁ τοῦ στρατιώτου ἀνδριὰς ἢ γυναικείαν διάθεσιν ὁ χαλκός, ὅταν εἰς γυναῖκα σχηματισθῇ ἢ τὰ ἄλλα, ὅσα δύναται ἡ τέχνη διὰ τῆς μιμήσεως συνεισάγειν διὰ τοῦ ἤθους τῷ χαρακτῆρι. θεοῦ δὲ πλάσις οὐ τοιαύτη, ἀλλ' Ἔπλασε τὸν ἄνθρωπον, καὶ ἡ δημιουργικὴ αὐτοῦ ἐνέργεια πάντα διωργάνωσεν ἐπὶ τὸ βάθος χωρήσασα ἔνδοθεν. εἴ μοι τοσοῦτον περιῆν σχολῆς, ἵνα σοι δείξω τοῦ ἀνθρώπου τὴν κατασκευήν, καὶ ἔμαθες ἐκ σεαυτοῦ τὴν περὶ σὲ σοφίαν τοῦ θεοῦ, ὅτι κατὰ ἀλήθειαν μικρὸς διάκοσμος ἄνθρωπος καὶ καλῶς ἐποίησαν οἱ τούτῳ τῷ ὀνόματι αὐτὸν ἀποσεμνύναντες. πόσαι περὶ τὸ πρᾶγμα τοῦτο πραγματεῖαι 66 κατηναλώθησαν. αἱ φυσιολογίαι τῶν ἰατρῶν, τῶν γυμναστῶν αἱ παρατηρήσεις, ἢ περὶ ἀναλογίας ἢ περὶ τῶν μελῶν πρὸς ἄλληλα συμμετρίας ἢ περὶ πλήθους πολυσαρκίας· ταῦτα πάντα εἰς τὴν † περὶ ἀνθρώπου διάπλασιν εἰσέρχεται. καὶ πόθεν ἐμοὶ λόγος τοσοῦτος, ὥστε δυνηθῆναί με εἰπεῖν μετὰ ἀκρι βείας, ὅσα ἐν μιᾷ φωνῇ τοῦ Ἔπλασε περιέχεται; τὰ δὲ πρόχειρα κἂν ἐγὼ μὴ εἴπω, σὺ οἶδας. Ἔπλασεν ὁ θεὸς ὀρθόν. ἐξαίρετον ταύτην σοι τὴν διάπλασιν παρὰ τὰ λοιπὰ ζῷα ἔδωκε. διὰ τί; ἐπειδὴ ἐξαίρετόν σοι καὶ τὴν ἐνέργειαν ἀποδιδόναι ἔμελλε. τὰ μὲν γὰρ ἄλλα βοσκήματά ἐστι καὶ πρὸς ἃ πέφυκε, πρὸς ταῦτα ἔχει τὴν κατασκευήν. ἐγενήθη τὸ πρόβατον νέμεσθαι, κάτω ἔχει τὴν κεφαλὴν συννεύουσαν τῇ γαστρὶ ἐνορᾶν καὶ τοῖς ὑπὸ γαστέρα, ἐπειδὴ τέλος ἐκείνοις εὐδαιμονίας γαστρὸς πλήρωσις καὶ ἡδονῆς ἀπόλαυσις. ἄνθρωπος δὲ οὐκέτι εἰς γαστέρα 67 βλέπει, ἀλλ' εἰς τὰ ἄνω. κεφαλὴ αὐτῷ ὑψηλή, ἵνα τὴν ἄνω βλέπῃ συγγένειαν, ὀφθαλμοὶ οὐκ εἰς τὴν γῆν νεύοντες. μὴ τοίνυν ποίει σεαυτὸν παρὰ φύσιν, μὴ τὰ γήϊνα περισκόπει, ἀλλὰ τὰ οὐράνια, Οὗ ὁ Χριστός ἐστιν· Εἰ συνηγέρθητε, γάρ φησι, τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν. οὕτως ἐπλάσθης. αὐτὸ τὸ διάπλασμα διδασκάλιόν ἐστι τοῦ τέλους πρὸς ὃ γέγονας. ἐγένου ἵνα θεὸν βλέπῃς, οὐχ ἵνα ἐπὶ γῆν σύρηταί σου ἡ ζωή, οὐχ ἵνα τὴν κτηνώδη ἔχῃς ἀπόλαυσιν, ἀλλ' ἵνα τὴν οὐράνιον ἐπιτελῇς πολιτείαν. διὰ τοῦτο