6
εἶδε δόξαν θεοῦ καὶ τὸν Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. λέγουσι τοίνυν ἐπὶ ἀνατροπῇ τῶν τῆς εὐσεβείας δογμάτων, ὅτι, εἰ μετὰ πατρὸς καὶ υἱοῦ δεῖ πάντως ἀριθμεῖσθαι τὸ πνεῦμα, πῶς οὐκ εἶδε Στέφανος ἐν τῇ ὀπτασίᾳ μετὰ τοῦ υἱοῦ καὶ τὸ πνεῦμα; πῶς οὖν ὀρέξει χεῖρα τοῖς διὰ τῶν τοιούτων λόγων ὑποσκελιζομένοις ὁ Στέφανος; πῶς ἀνορθώσει τῇ ἀγωνιστικῇ τέχνῃ τοὺς ὑποκλάζοντας; ἦ αὐτόθεν ἐστὶν ἡ βοήθεια ἡ ἀνατρέπουσα τὴν ἀπιστίαν τοῦ προσπαλαίοντος.
Ζητεῖς, ὦ Πνευματομάχε, ὅτε ἡ δόξα τοῦ πατρὸς ὤφθη καὶ ὁ υἱὸς τὴν ἐκ δεξιῶν στάσιν ἔχων, ποῦ τὸ πνεῦμα; εἰ ἦν ἐν σοὶ τὸ πνεῦμα, οὐκ ἂν προκείμενον τὸν περὶ αὐτοῦ λόγον παρέδραμες, ὥσπερ οἱ πηροὶ τὰς ὄψεις τὸ πρὸ τῶν ποδῶν κείμενον χρυσίον ἀγνοοῦντες παρέρχονται. ἀλλὰ νῦν γοῦν ἄκουσον, εἴ γε μὴ συνέχεις κατὰ τοὺς Ἰουδαίους τὴν ἀκοήν. Πῶς εἶδε τὴν ὑπερουράνιον δόξαν ὁ Στέφανος; τίς αὐτῷ τὰς πύλας τῶν οὐρανῶν διεπέτασεν; ἆρα ἀνθρωπίνης δυνά μεως ἦν τὸ κατόρθωμα; ἆρά τινος τῶν ἀγγέλων πρὸς τὸ ὕψος ἐκεῖνο τὴν κάτω κειμένην φύσιν ἀναβιβάσαντος; οὐκ ἔστι 36 ταῦτα· οὐ γὰρ οὕτως ἡ κατ' αὐτὸν ἱστορία φησίν, ὅτι Στέφανος πολὺς κατὰ τὴν δύναμιν ὢν ἢ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἃ εἶδεν. ἀλλὰ τί λέγει; Στέφανος δὲ πλήρης ὢν πνεύματος ἁγίου εἶδε τὴν δόξαν τοῦ θεοῦ καὶ τὸν μονογενῆ τοῦ θεοῦ [υἱόν]. οὐ γὰρ ἔστι, καθώς φησιν ὁ προφήτης, τὸ φῶς ὀφθῆναι μὴ ἐν φωτὶ καθορώμενον. ἐν γὰρ τῷ φωτί σου, φησίν, ὀψόμεθα φῶς. (οὐκ ἐνδέχεται μὴ ἐν φωτὶ γενέσθαι τὴν τοῦ φωτὸς θεωρίαν· πῶς γὰρ ἔστιν ἀπι δεῖν εἰς τὸν ἥλιον ἔξω τῶν ἀκτίνων γενόμενον;) ἐπεὶ οὖν ἐν τῷ φωτὶ τοῦ πατρός, τουτέστι τῷ πνεύματι τῷ ἁγίῳ τῷ ἐκεῖθεν ἐκπορευομένῳ, τὸ μονογενὲς καθορᾶται φῶς, διὰ τοῦτο προκαταυγασθεὶς τῇ δόξῃ τοῦ πνεύματος ἐν περινοίᾳ τῆς τοῦ πατρὸς καὶ υἱοῦ δόξης ἐγένετο. ἐπεί, πῶς τὴν εὐαγγελικὴν ἀπόφασιν ἀληθεύειν φήσομεν, ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε; πῶς δὲ τὸν ἀπόστολον μὴ ἐναντία τοῖς ἱστορηθεῖσι βοᾶν, ὅταν λέγῃ. οὔτε τις εἶδεν ἀνθρώπων οὔτε ἰδεῖν δύναται; εἰ γὰρ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει ἡ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ δόξα χωρητὴ κατέστη, ψευδὴς πάντως ὁ ἀχώρητον ἀνθρώποις ἀποφηνάμενος εἶναι τὸ [θεῖον] θέαμα. ἀλλὰ μὴν οὔτε ἐκεῖνον ψεύδεσθαι καὶ τὴν ἱστορίαν ἀληθεύειν ἐπάναγκες. ἄρα φανερῶς ἡ κακουργία τῶν πνευματομαχούντων πεφώραται, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι 38 τὰ ὅμοια παρὰ τῆς Γραφῆς μεμαρτύρηται. ὁ γὰρ Στέφανος οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει μένων τὸ θεῖον βλέπει, ἀλλὰ πρὸς τὴν τοῦ ἁγίου πνεύματος χάριν ἀνακραθεὶς δι' ἐκείνου ὑψώθη πρὸς τὴν τοῦ θεοῦ κατανόησιν.
Οὐκοῦν εἰ χωρὶς πνεύματος οὔτε κύριον Ἰησοῦν ἔστιν ἰδεῖν, καθώς φησιν ὁ ἀπόστολος, οὔτε τὴν πατρικὴν δόξαν κατανοῆσαι, δέδεικται σαφῶς, ὅτι ὅπου τὸ πνεῦμά ἐστιν ἐκεῖ καὶ ὁ υἱὸς καθορᾶται καὶ ἡ πατρικὴ δόξα καταλαμβάνεται. Ἀλλ' ἕτερον ἡμῖν ἐκ τῶν ἱστορηθέντων ὅπλον ἀσεβείας παρὰ τῶν Χριστομαχούντων προβάλλεται. φασὶ γὰρ τὸ καταδεὲς τοῦ μονογενοῦς διὰ τούτων σημαίνεσθαι· τὸ γὰρ παρεστάναι αὐτὸν τῇ δόξῃ τοῦ πατρὸς ἀπόδειξιν ποιοῦνται τοῦ ὑποχείριον εἶναι τῇ τοῦ πατρὸς ἐξουσίᾳ. τί οὖν ὁ Παῦλος, πρὸς αὐτοὺς εἴποιμι ἄν; τί δὲ πρὸ ἐκείνου ὁ προφήτης ∆αβίδ, ἀμφότεροι τῇ διδασκαλίᾳ τοῦ πνεύματος τὴν τοῦ μονογενοῦς δόξαν ἐκδιηγούμενοι; ὅ τε γὰρ ∆αβίδ φησιν· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου· ὅ τε ἀπόστολος ἐν δεξιᾷ τοῦ θρόνου τοῦ θεοῦ κεκαθικέναι λέγει τὸν κύριον. εἰ οὖν ἡ στάσις τῆς ἐλαττώσεως, ἡ καθέδρα πάντως τῆς ὁμοτιμίας ἐστὶ σημεῖον, ἢ τοίνυν παραγραφέσθωσαν τὰς μεγαλοπρεπεῖς μαρτυρίας, δι' ὧν τὸ ὑψηλὸν τῆς ἀξίας διασημαίνεται 40 ἢ καὶ ταύτην εὐσεβῶς ἐκδεχέσθωσαν. ἴση γὰρ ἐφ' ἑκάστου τῶν εἰρημένων διδάσκαλος ἡ τοῦ πνεύματος χάρις. ὁ μὲν γὰρ Στέφανος, πλήρης ὢν πνεύματος ἁγίου, εἶδέ τε ἃ εἶδε καὶ ἃ εἶδεν ἐφθέγξατο. ὁ δὲ ∆αβὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον, καθὼς λέγει τὸ εὐαγγέλιον· Παῦλος δέ, καθὼς αὐτὸς ἐκεῖνός φησιν, ἐν πνεύματι λαλεῖ τὰ μυστήρια. εἰ οὖν εἷς ὁ διδάσκαλος, οὐδεμίαν