1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

μυριοπλάσιον τοῦ κακίστου θανάτου κάκιστον τῇ μεταθέσει καὶ ἀπωλείᾳ τῆς εὐσεβοῦς πίστεως τῶν Χριστιανῶν πρὸς τῶν Μουσουλμάνων τὸ σέβας καὶ τὴν περιτομὴν τοῦ Μωάμεθ. Ὢ θρήνου μεγίστου ἄξιος ἡ ὥρα ἐκείνη, ὢ τρικυμίας ἀκατασχέτου. Τίς ἡμῶν τὰς οἰμωγὰς οὐ συνεπένθησε τότε; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα, ποία ὄψις τὸ θέαμα; Καὶ γὰρ εἰς τὰς τοσαύτας καὶ τοιαύτας καὶ τηλικαύτας ἀνάγκας οὐδένα βοηθοῦντα ἢ διεγεῖραι ἢ παροτρῦναι ἡμεῖς εἴχομεν, ἐπεὶ ὁ μὲν εἷς βασιλεὺς κατατρυχόμενος ὑπῆρχεν ἐκ νόσου καὶ γήρους, καὶ οὐκ ἠδύνατο ὁπλισθῆναι ἢ ἀναβῆναι ἐφ' ἵππου, ἀλλὰ ἐντὸς τοῦ παλατίου εὑρίσκετο καὶ τὸ κατὰ δύναμιν ἔπραττεν. Ὁ δ' ἄλλος ἀνέβη ἐφ' ἵππου καθωπλισμένος ὡς ἔδει, καὶ τὴν πύλην ἐξῆλθε Ῥωμανοῦ τοῦ ἁγίου, καὶ ἔστη ἐκεῖσε πλησίον τῆς πόρτης.

17. Ὡς δὲ ἔφθασεν ἡ ὥρα ὁποία ἣν ὁ ἄθεος ἀνέμενε Μηρσαΐτης, ἤγουν ἡ μία ἐκάζοθεν ἐκ τὸ μέσον ἡμέρας, ἀνέβην ἐφ' ἵππου ὑψηλοῦ καὶ μεγάλου, καὶ οἱ περὶ ἐκεῖνον πεντακόσιοι ἄνδρες τοὺς ἔφερεν Τουρκοκαλογέρους, ὡς ἵνα ἔχωσιν οὗτοι κέρδος καὶ κοῦρσος τὰς καλογραίας τῆς πόλεως, ἀνεβόησαν ὕμνον τῇ Περσικῇ διαλέκτῳ πρὸς τὸν Μωάμεθ καὶ εὐφημίας πρὸς Μηρσαΐτην. Καὶ τρὶς ἐποιήσαντο τοῦτο, ἕως ὅτε αὐτὸς ἔλθη πρὸς τὴν μάχην. Πλὴν καὶ σκουτάριον ἐβάσταζον ἔμπροσθεν τούτου μέγιστον παρὰ φύσιν, ὡς ἵνα θαυμάζουσιν ἀπὸ τούτου τὰ μωροθαύμαστα ἔθνη τῶν Μουσουλμάνων τὸν Μηρσαΐτην ἐκεῖνον. Αὐτὸς δὲ ὅταν πλησίον ἦλθε πρὸς τὰς συντάξεις τῶν Μουσουλμάνων, ἀνεβόησε μέγα, «Ῥασούλ, Ῥασοὺλ Μαχουμέτη». Καὶ γυμνώσας τὸ ξίφος καὶ ὠθήσας τὸν ἵππον, καὶ κράξας πρὸς τὰς συντάξεις τὸ «Ἀλὰχ Ταγκρύ, Ῥασοὺλ Μαχουμέτη», συνανεβόησαν ἅμα καὶ τῶν Μουσουλμάνων τὰ πλήθη, καὶ μετὰ ὁρμῆς καὶ κραυγῆς καὶ κρότων καὶ ὀργάνων καὶ μυρίων ἄλλων ἀλαλαγμάτων τε καὶ σαλπίγγων ἔφθασαν εἰς τὰ τείχη τοῦ κάστρου ἀπὸ τῆς Ξυλοπόρτης ἕως καὶ τῆς Χρυσίας, τὴν αὐτὴν λέγω καὶ μίαν ὥραν τῆς ἡμέρας ἐκείνης. Καὶ πᾶν πολεμικὸν ὄργανον ἔφερον ἀνὰ χεῖρας, καὶ ἠκούμβησαν εἰς τὰ τείχη, ἔθηκαν σκάλας, ἀνέβαιναν εἰς τὸ κάστρον, ἐτρυποῦσαν τοὺς πύργους. Καὶ οὐδεὶς εὑρέθην ὁ ἐμποδίσας ἐκείνους ἐκ τοῦ μεγίστου φόβου καὶ δειλίας ὁποίας ἔλαβον οἱ Ῥωμαῖοι.

18. Τίς γὰρ οὐκ ἐτρόμαξε τὴν ὥραν ἐκείνην; τίς οὐκ ἔφριξε ταύτης τὴν θέαν; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα, ποία ὄψις τὸ θέαμα; Καὶ γὰρ ἐν μιᾷ καιροῦ ῥοπῇ μυριάδας βελῶν, τουτέστι σαγίττας, ἐτόξευσαν ἐπάνω τῶν Ῥωμαίων, καὶ ἔπεσον εἰς τὰ τείχη τῆς πόλεως καὶ ἐντός, ὥστε καὶ τὸν αἰθέρα ἐκάλυψαν καὶ αὐτὸ τὸ φῶς τοῦ ἡλίου ἐσκέπασαν, καὶ ἡμᾶς πάντας φόβος ἐκράτησε καὶ δειλία ἐξέπληξε, καὶ μικρὸν ἀπεκρύβημεν. Ἀλλ' οὐ μακράν, ἀλλ' ὄπισθεν τῶν προμαχιονίων ἐστάθημεν. Ὡς δὲ οἱ Τοῦρκοι γυμνὸν τὸ κάστρον ἀπὸ ἀνθρώπους ἰδόντες ὑπέλαβον ἀφυλάκτως εἶναι, καὶ μετὰ θράσους μεγίστου καθ' ἡμῶν εἰσβάλλουσι πάντες. Καὶ οἱ μὲν μετὰ σκαλῶν ἀνέβαινον δι' ᾧ εἰς τὸ κάστρον, οἱ δὲ καὶ μὲ τὰς ἀγγύρας καὶ τὰς φάλκας ἐκείνας. Ἄλλοι δὲ ἐτρυποῦσαν μὲ συστὰς τοὺς πύργους, ἄλλοι ἐχαλοῦσαν μὲ τζόκους τὸ κάστρον, ἄλλοι ἔκαψαν τὰς πόρτας τοῦ ἔξω κάστρου, καὶ πᾶν τολμηρὸν καὶ ἀνδρεῖον οἱ ἀσεβεῖς ἐποιοῦντο πρὸς κατάπληξιν τὴν ἡμετέραν. Ταῦτα ὁρῶντες οἱ δυστυχεῖς καὶ ἀπελπισμένοι Ῥωμαῖοι εἰς ἑαυτοὺς ἐπανῆλθον, καὶ περιεργασθέντες πῶς πόθεν, ἀλλαχόθεν χεῖραν οὐκ ἔχοντες βοηθείας οὔτε τινὰ πρὸς τὸ διεγεῖραι καὶ παροτρῦναι τὸν λαὸν πρὸς τῶν Τούρκων τὴν μάχην τὴν φρικτοτάτην ὥραν ἐκείνην. Καὶ ἐξενεγκόντες οὗτοι ἑαυτοὺς διεγείρονται πρὸς ἀνδρείαν καὶ τόλμην. Καὶ γὰρ οἱ δειλοὶ τὸ πρότερον καὶ φυγοὶ καὶ κατατρυπούμενοι ἄφνω τολμηροὶ εὑρέθησαν καὶ γενναῖοι πολεμισταὶ καὶ ἀνδρεῖοι καὶ περιφρονηταὶ τῶν πληγῶν καὶ δεινῶν λαβωμάτων καὶ τῶν παντοίων θανάτων.

19. Καὶ τῆς Παναγίας τῇ βοηθείᾳ τῇ τόλμῃ ῥωσθέντες ὁρμῶσι ξιφήρεις κατὰ τῶν ἀσεβῶν καὶ μὲ λίθους, καὶ ὡς καπνοῦ κινήσαντος σμῆνος ἄλλος ἐπ' ἄλλῳ διε