1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

ἐπάγει τὴν ἀλγηδόνα, διὰ τοῦτό φησι, Λάβε τὸν υἱόν σου, καὶ προστίθησι, Τὸν ἀγαπητὸν, καὶ πάλιν, Ὃν ἠγάπησας, ἵνα ταῖς ἀγαθαῖς ταύταις ἐπωνυμίαις εἰς χρηστῶν ὑποσχέσεων ἐλπίδας μετεωρίσας τὸν φιλόπαιδα γέροντα, ἀθρόαν αὖθις ἐπαγαγὼν τοῦ ἀγαπημένου τὴν ἀναίρεσιν, τοῖς παρ' ἐλπίδα προστάγμασι πλήξῃ τὰ σπλάγχνα τοῦ γεγεννηκότος βαρύτερον, οὐ μισῶν τὸν δίκαιον, φανῆναι δὲ λαμπρότερον τῷ κόσμῳ τὴν τούτου πίστιν βουλόμενος. Τοιγαροῦν πρὶν εἴπῃ, Ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν, ἐκ τῶν πρώτων ῥημάτων τῶν εὐφήμων πολλὰ ποιεῖ χρηστὰ τῷ δικαίῳ φαντάζεσθαι. Ἀκούσας γὰρ καλοῦντος τοῦ Θεοῦ καὶ λέγοντος, Ἀβραὰμ, Ἀβραὰμ, εὐθὺς ἐγήθησεν ὁ φιλόθεος πρὸς τὴν κλῆσιν, διεχύθη πρὸς τὴν φωνὴν, ἐνθυμούμενος, ὡς εἰκός· Ἆρά με ὁ Θεὸς ἄξιον πάλιν ἡγεῖται τῆς θαυμαστῆς πρὸς αὐτὸν ὁμιλίας· ἆρά με τοῖς θείοις αὐτοῦ καθαγιάσαι θέλει ῥήμασιν; ἢ μεταστῆσαι πάλιν εἰς χώραν βούλεται κρείσσονα; ἢ τοὺς πονηροὺς ἀπολέσαι θέλει Χαναναίους, ὡς Σοδομίτας, καὶ τὸν οἰκεῖον δοῦλον, ὡς ἐπὶ Σοδόμων, ἀγνοεῖν οὐ θέλει τὸ τῆς κρίσεως βούλημα; ἆρά μοι δευτέρου τέκνου μετὰ τὸν Ἰσαὰκ χρηστὰ φιλοτιμεῖται παρασχεῖν εὐαγγέλια, ὀφθαλμοῖς δύο τέκνων τὸ ἐμὸν θέλων ὀμματῶσαι γῆρας; Ὡς δὲ ἤκουσε, Λάβε, πρὶν ἀκούσῃ, Τὸν υἱόν, ᾠήθη περὶ θυσιῶν αὐτῷ τὸν Θεὸν διαλέξεσθαι, αἰτοῦντα παρ' αὐτοῦ τιμὴν εὐλογιῶν ἀντὶ τῆς δόσεως τοῦ παιδός. Ἀκούσας δὲ, Τὸν υἱόν σου, τέως τὸν Ἰσμαὴλ ἐνενόει, οἰόμενος λελύσθαι τὴν ζηλοτυπίαν τῆς Σάῤῥας, καὶ διὰ τοῦτο πρὸς τοῦ φιλανθρώπου ἀποκαθίστασθαι πάλιν εἰς τὴν πατρῴαν ἑστίαν. Ἐπειδὴ δὲ σαφῶς ἤκουσε, Τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαὰκ, ἔζεσεν εὐθὺς τῇ καρδίᾳ, ἠγαλλιάσατο τῇ ψυχῇ, νομίσας ὅτι περὶ μνηστείας αὐτῷ διατάξεται, ἁρμόζων ὡς Θεὸς εἰς ἐπίδοσιν τοῦ γένους γυναῖκα τῷ νέῳ εὔφορον εἰς τέκνου φυήν. Εἰς δὲ τὴν γῆν αὐτὸν ὁ Θεὸς καλεῖ τὴν ὑψηλήν. ∆ιὰ τί; Ἢ πάντως ἵνα ἐξ ἀπόπτου καὶ μετεώρου τόπου πᾶσαν ὡς κληρονόμῳ τῆς ἐπαγγελίας ἀποδείξῃ τὴν γῆν, ἢ πάντως αὐτὸν εἰς πατριάρχην θέλει χρῖσαι, ζῶντος ἐμοῦ, ἢ ἐνώπιος ἐνωπίῳ διαλεχθῆναι, καὶ φωνῇ ζώσῃ παραδοῦναι νόμους θεοφιλοῦς βίου, οἷς ὁδεύων εὐαρεστήσει τῷ κτίσαντι.

δʹ. Ταῦτα μὲν οὖν καὶ τοιαῦτα ἀκούσεσθαι παρὰ Θεοῦ προσεδόκησεν ὁ μακάριος· ὁ δὲ Θεὸς τί; Ἀνένεγκε, φησὶν, αὐτὸν εἰς ὁλοκάρπωσιν. Φορτικὸν τὸ ἐπίταγμα καὶ τῷ τυχόντι ἀνδρὶ, μήτιγε πατρὶ, καὶ ταῦτα φιλόπαιδι. Ἀλλ', ὢ τῆς ἀνυπερβλήτου πίστεως! ὢ τῆς φιλοθέου ψυχῆς! Οὐδέπω Θεὸς ἐπαύσατο καλῶν, καὶ πρὸς τὴν ὑπακοὴν Ἀβραὰμ ὑπῆρχεν εὐτρεπὴς, τὸ τέλος τοῦ προστάγματος ἀρχὴν ἤδη τῆς ὁδοιπορίας ποιούμενος. Τίς οὖν τῶν ἄλλων πατέρων ἤνεγκεν ἂν τὴν τοιαύτην φωνὴν, καὶ οὐ παραχρῆμα κατέπεσεν εἰς γῆν, ἀθυμίᾳ τὰ μέλη λυθείς; ἢ τάχα παρ' αὐτῷ διεφθάρη τῷ προστάγματι, ὑπὸ πατρικῆς διαθέσεως πυρπολούμενος; Τὸ γὰρ τοῦ προστάγματος ἀπαραμύθητον ἄκουε. Οὐκ εἰς σφαγὴν ἁπλῶς ᾔτησε τὸν νέον ὁ Θεὸς, ἵνα ἔχοι τὸ λείψανον ὁ γέρων παραμυθίαν τοῦ πάθους τῷ τάφῳ παρακαθήμενος· ἀλλ' εἰς ὁλοκάρπωσιν, εἰς ἐμπρησμὸν, εἰς ἀφανισμὸν παντελῆ, ὅπως μηδὲ προχέειν ἔχῃ τῆς καρδίας τὴν ἀλγηδόνα ἐπιδακρύων τῷ σώματι. Ἀλλ' ὅμως εἰ καὶ ἀφόρητον ἦν τὸ πρόσταγμα, καὶ μόνῳ τῷ ῥηθῆναι πλῆξαι δυνάμενον, ἀλλ' οὐκ ἐξέστησε τὸν ἄνδρα τοῦ θείου φρονήματος· πᾶν γὰρ ἠπίστατο συμφέρον εἶναι καὶ ἀγαθὸν, ὃ προστάσσει Θεός. Τοιγαροῦν προθύμως ὑπομένει τὸ πρόσταγμα, καὶ μεθ' ἡδονῆς ἀφράστου τὴν θυσίαν ἐργάζεται, ταῦτα λογισάμενος, ὡς εἰκός· ἄτεκνος ἀπὸ τοῦ νῦν, ἀλλ' ἐγὼ τέκνον Θεοῦ δι' ὑπακοῆς γίνομαι· ἀπολλύω τὸν κληρονόμον, ἀλλὰ κληρονομῶ τὰ μέλλοντα· οὐκ ὄψομαι τὸν υἱὸν, ἀλλ' ὄψομαι τὸν Θεόν· οὐ γηροβοσκήσει με παῖς, ἀλλὰ γηροτροφήσει Θεός· μεμφθήσομαι παρὰ τῶν ἀνοήτων, ἀλλ' ἀποδεχθήσομαι παρὰ τοῦ Πανσόφου· λυπήσω τὴν Σάῤῥαν, ἀλλ' εὐαρεστήσω τῷ κτίσαντι· ἔχω πολλὴν παραμυθίαν· λυπεῖ με θανὼν, ἀλλ' ἱερέα τοῦ Ὑψίστου ποιεῖ· ἄπαιδα καθίστησιν, ἀλλὰ πατέρα πρωτομάρτυρος. Μὴ γὰρ ἀπόλλυται