1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

ὁ δὲ μικρὸς, εἰ μέγα τι περὶ ἑαυτοῦ εἴποι ποτὲ, οὐ διαφεύξεται κατηγορίαν· ἀλαζονεία γάρ ἐστι. ∆ιὰ τοῦτο τὸν μὲν ὑψηλὸν ἅπαντες ἐπαινοῦμεν, ὅταν περὶ ἑαυτοῦ ταπεινὰ λέγῃ· τὸν δὲ ταπεινὸν οὐδεὶς ἐπαινέσεται, εἴ ποτέ τι μέγα περὶ ἑαυτοῦ εἴποι. Ὥστε εἰ πολλῷ καταδεέστερος ἦν τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς ὑμεῖς φατε, οὐκ ἔδει ῥήματα αὐτὸν λέγειν, δι' ὧν ἐδείκνυ τῷ γεγεννηκότι ἴσον ὄντα ἑαυτόν· ἀλαζονεία γὰρ τοῦτο ἦν· τὸ μέντοι ἴσον ὄντα τοῦ γεγεννηκότος λέγειν τινὰ ταπεινὰ καὶ εὐτελῆ, οὐδεμία μέμψις, οὐδὲ αἰτία· ἔπαινος γὰρ τοῦτό ἐστι καὶ θαῦμα μέγιστον. Καὶ ἵνα σαφέστερα γένηται τὰ εἰρημένα, καὶ μάθητε πάντες ὑμεῖς, ὅτι οὐ καταστοχαζόμεθα τῶν θείων Γραφῶν, φέρε δὴ τῶν εἰρημένων αἰτιῶν τούτων τὴν πρώτην μεταχειρισώμεθα νῦν, καὶ δείξωμεν ποῦ διὰ τὴν τῆς σαρκὸς περιβολὴν φανερῶς καταδεέστερα τῆς οὐσίας τῆς ἑαυτοῦ ῥήματα φθέγγεται· καὶ, εἰ δοκεῖ, τὴν εὐχὴν αὐτὴν εἰς μέσον ἀγάγωμεν, ἣν ηὔξατο τῷ Πατρί. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας ἡμῖν· μικρὸν γὰρ ἄνωθεν ὑμῖν τὸ πᾶν διηγήσασθαι βούλομαι. ∆εῖπνον ἐγένετό ποτε κατὰ τὴν ἱερὰν νύκτα ἐκείνην, καθ' ἣν παραδίδοσθαι ἔμελλεν· ἱερὰν γὰρ αὐτὴν ἐγὼ καλῶ, ἐπειδὴ τὰ μυρία ἀγαθὰ, ἃ κατὰ τὴν οἰκουμένην ἐγένετο, τὴν ἀρχὴν ἐκεῖθεν ἐλάμβανε. Τότε τοίνυν καὶ ὁ προδότης μετὰ τῶν ἕνδεκα ἀνέκειτο μαθητῶν, καὶ δειπνούντων αὐτῶν, φησὶν ὁ Χριστὸς, Εἷς ἐξ ὑμῶν παραδώσει με. Τούτων μνημονεύετέ μοι τῶν ῥημάτων, ἵνα ὅταν ἐπὶ τὴν εὐχὴν ἔλθωμεν, ἴδωμεν τίνος ἕνεκεν οὕτως εὔχεται. Καὶ σκόπει μοι κηδεμονίαν ∆εσπότου· οὐκ εἶπεν, 48.763 ὅτι ὁ Ἰούδας παραδώσει με, ὥστε μὴ τῇ περιφανεία τῶν ἐλέγχων ἀναισχυντότερον αὐτὸν ἐργάσασθαι· ὡς δὲ ἐκεῖνος ὑπὸ τοῦ συνειδότος κεντούμενός φησι, Μή τι ἐγώ εἰμι, Κύριε; λέγει αὐτῷ, Σὺ εἶπας· καὶ οὐδὲ τότε αὐτοῦ κατηγορῆσαι ἠνέσχετο, ἀλλ' αὐτὸν ἑαυτοῦ κατέστησεν ἔλεγχον· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐγένετο βελτίων, ἀλλὰ λαβὼν τὸ ψωμίον ἐξῆλθεν. Ἐπειδὴ τοίνυν ἐξῆλθε, λαβὼν ὁ Ἰησοῦς τοὺς μαθητάς φησι· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί· τοῦ Πέτρου δὲ ἀντιλέγοντος καὶ λέγοντος, Κἂν πάντες σκανδαλισθήσωνται, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι, πάλιν ὁ Ἰησοῦς φησιν, Ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ὡς δὲ πάλιν ἀντέλεγεν, εἴασεν αὐτὸν λοιπόν. Οὐ πείθῃ, φησὶ, διὰ τῶν ῥημάτων, ἀλλ' ἀντιλέγεις· πεισθήσῃ διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι ∆εσπότῃ ἀντιλέγειν οὐ χρή. Καὶ τούτων μοι μέμνησθε τῶν ῥημάτων πάλιν· χρήσιμος γὰρ αὐτῶν ἡμῖν ἡ μνήμη τὴν εὐχὴν ἐξετάζουσιν ἔσται. Εἶπε τὸν προδότην, προεῖπε τὴν πάντων φυγὴν, καὶ τὸν αὐτοῦ θάνατον· Πατάξω, φησὶ, τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· προεῖπε τὸν μέλλοντα αὐτὸν ἀρνήσασθαι, καὶ πότε καὶ ποσάκις, καὶ μετὰ ἀκριβείας ἅπαντα. Καὶ μετὰ ταῦτα πάντα ἱκανὴν αὐτοῦ τῆς προγνώσεως τῶν μελλόντων ἀπόδειξιν δοὺς, ἐλθὼν ἐπί τι χωρίον εὔχεται· καὶ ἐκεῖνοι μὲν λέγουσιν, ὅτι τῆς θεότητός ἐστιν ἡ εὐχὴ, ἡμεῖς δὲ λέγομεν, ὅτι τῆς οἰκονομίας. ∆ικάσατε τοίνυν, καὶ πρὸς αὐτῆς τῆς τοῦ Μονογενοῦς δόξης μηδενὶ κεχαρισμένην τὴν ψῆφον ἐνέγκητε. Εἰ γὰρ καὶ ἐν φίλοις δικάζομαι νῦν, ἀλλ' ἀντιβολῶ καὶ δέομαι, ἀδέκαστον γενέσθαι τὴν κρίσιν, καὶ μήτε πρὸς ἐμὴν χάριν, μήτε πρὸς ἐκείνων ἀπέχθειαν. Μάλιστα μὲν γὰρ καὶ αὐτόθεν δῆλον, ὅτι οὐκ ἔστι τῆς θεότητος ἡ εὐχή· Θεὸς γὰρ οὐκ εὔχεται, Θεοῦ γὰρ τὸ προσκυνεῖσθαί ἐστι· Θεοῦ τὸ εὐχὴν δέχεσθαι, οὐ τὸ εὐχὴν ἀναφέρειν· ἀλλ' ὅμως ἐπειδὴ ἀναισχυντοῦσιν, ἀπ' αὐτῶν τῶν ῥημάτων τῆς εὐχῆς ὑμῖν ποιῆσαι πειράσομαι φανερὸν, ὅτι τὸ ὅλον τῆς οἰκονομίας ἐστὶ, καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας. Ὅταν γὰρ φθέγγηταί τι ταπεινὸν ὁ Χριστὸς, οὕτω φθέγγεται ταπεινὸν καὶ εὐτελὲς, ὡς τὴν ὑπερβολὴν τῆς ταπεινότητος τῶν λεγομένων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δυνηθῆναι πεῖσαι, ὅτι πολὺ τῆς ἀποῤῥήτου καὶ ἀφράστου οὐσίας ἐκείνης ἀποδεῖ τὰ ῥήματα. Ἴωμεν τοίνυν ἐπ' αὐτὰ τὰ ῥήματα τῆς εὐχῆς· Πάτερ, εἰ